4 Κύριος ἐν σάλπιγγι. λελάληκε γὰρ ὁ Χριστὸς τὸ κήρυγμα τὸ εὐαγγελικὸν, εἰς πᾶσαν διάττον τὴν ὑπ’ οὐρανὸν, ἐξάκουστον γὰρ τοῖς ἁπανταχοῦ τὸ Χριστοῦ μυστήριον. ἦν μὲν γὰρ ἰσχνόφωνος καὶ βραδύγλωσσος ὁ Μωυσῆς· τοιγάρτοι καὶ μόλις ἠκούετο κατὰ μόνην τὴν Ἰουδαίαν· ἥκιστα
γεμὴν ἐν τούτοις ἐστὶν ὁ παρὰ Χριστοῦ λόγος. ἀναπεφώνηκε γὰρ οἷά τις σάλπιγξ μακρὰ καὶ εὐηχεστάτη, καὶ ταῖς ἁπάντων ἀκοαῖς ἠχὴν ἐνιεῖσα τὴν διαπρύσιον. βαδιεῖται δὲ ὥσπερ ἐν σάλῳ ἀπειλῆς αὐτοῦ, ὑπερασπιεῖ τε οὕτω τῶν 5 ἑαυτοῦ δορυφόρων, ὡς οἷον ὑπὸ πυρὸς δαπανᾶσθαι τοὺς
ἀνθισταμένους, μόνον δὲ οὐχὶ καὶ σφενδοναις αὐτοὺς καταχῶσαι καταπαίοντας γεννικῶς. ἐκπίονται δὲ καὶ τὸ αιμα αὐτῶν, τουτέστιν, οἷά τινες θῆρες ἐπιθρώσκοντες περιέσονται ῥᾳδίως, καὶ νεκροὺς ἀποφανοῦσι. προσκομιοῦσι δὲ τῷ τῶν πεπτωκότων αἵματι φιάλας πεπληρωμένας, καθάπερ τινὰ
σπονδὴν ἐπὶ τὸ θυσιαστήριον. εὐωδία γὰρ τῷ Θεῷ καὶ θυσία δεκτὴ τῶν οὐκ ἐώντων σώζεσθαι τοὺς πεπλανημένους ὁ θάνατος· 6 εἰ γὰρ τῶν σωμάτων τοὺς φονευτὰς οὐκ ἄξιον ἐλεεῖν· ὑποφέρεσθαι δὲ μᾶλλον ταῖς δίκαις, τὰ ἴσα παθόντας, τί ἄν τις λέγοι περὶ τῶν οἳ ψυχῶν ὀλετῆρες γεγόνασι καὶ φθόροι;
7
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.