2 κάτω θεοὺς ὀνομάζοντες τὰ χειρόκμητα, καὶ λίθοις ἀψύχοις κατὰ τὸν προφήτην λέγοντες “Θεός μου εἶ σὺ, καὶ σὺ 3 “ἐγέννησάς με.” ἀλλ’ ἐκτετίκασι μὲν τὴν αὐτοῖς προσήκουσάν τε καὶ ἀποχρῶσαν δίκην, πεπλημμεληκότες ἀγρίως
εἰς τὸν Ἰσραήλ. πλὴν οὐκ εἰς ἅπαν διολώλασι, προαναθροῦντος Θεοῦ τὴν ἐν καιροῖς ἐσομένην αὐτῶν ἐπιστροφὴν 4 ἐν Χριστῷ. ἐξαρῶ τοίνυν φησὶ τὸ αἷμα αὐτῶν ἐκ στόματος αὐτῶν, τουτέστιν, εἰ καὶ οἷά τινες θῆρες μονονουχὶ κατεῤῥόφησαν τὸν Ἰσραὴλ, ἀλλ’ ἥξει καιρὸς, καθ’ ὃν ἔσονται
καθαροὶ καὶ τῆς ἐπὶ τούτοις αἰτίας ἀπηλλαγμένοι· δικαιωθήσονται γὰρ ἐν πίστει καὶ αὐτοὶ, καὶ τὸν ἐκ τῆς ἀρχαίας φαυλότητος ἀπολούσονται μολυσμόν. ἐξαρῶ δὲ καὶ τὰ ὀνόματα τῶν βδελυγμάτων αὐτῶν ἐκ μέσου ὀδόντων αὐτῶν. διαμεμνήσονται γὰρ οὐκέτι τῶν ψευδωνύμων θεῶν, οὔτε μὴν
ὀνομάσουσιν αὐτοὺς, ὑπολειφθήσονται δὲ κα) αὐτοὶ τῷ Θεῷ 5 ἡμῶν, καθάπερ ἀμέλει καὶ αὐτὸς ὁ Ἰσραήλ· σέσωσται μὲν γὰρ καὶ αὐτοῦ τὸ κατάλειμμα, καίτοι δεδυσσεβηκότος εἰς αὐτὸν τὸν Ἐμμανουήλ. ἐπειδὴ δὲ κεκλημένη τῶν ἐθνῶν ἡ πληθὺς τοῖς ἐξ αἵματος Ἰσραὴλ πιστεύσασι συνήφθη πνευματικῶς,
χριστοῦ συνδοῦντος εἰς ἕνωσιν· “Αὐτὸς γάρ ἐστιν Eph.ii. (??) “ἡ εἰρήνη ἡμῶν, ὁ ποιήσας τὰ ἀμφότερα ἓν καὶ τὸ μεσό- “τοῖχον τοῦ φραγμοῦ λύσας, κτίσας τε τοὺς δύο λαοὺς εἰς 6 “ἕνα καινὸν ἄνθρωπον, ποιῶν εἰρήνην, καὶ ἀποκαταλλάσσων “τοὺς ἀμφοτέρους ἐν ἑνὶ Πνεύματι πρὸς τὸν Πατέρα” ταύτῃοί 7
φησιν ὅτι ἔσονται ὡς χιλίαρχος ἐν Ἰούδᾳ, τουτέστιν, εἰς τοῦτο προβήσονται γνησιότητος, τῆς ὡς ἐν πίστει τε καὶ ἐπιεικείᾳ, φημὶ, ὥστε καὶ ἐξ αὐτῶν ἀρχηγοὺς γενέσθαι τοῦ Ἰούδα. ἔσται δὲ καὶ ὁ Ἀκκαρὼν τουτέστιν ὁ ἀλλογενὴς, ὁ ἐκ γῆς Φυλιστιεὶμ, ὡς ὁ Ἰεβουσαῖος, τουτέστι πάλιν ὡς 8 αὐτὸς ὁ κάτοικος τῶν ̔Ιεροσολύμων λαός. ἐκαλεῖτο γὰρ Ιερουσαλὴμ Ἰεβοῦς ἐν ἀρχαῖς· οὐκοῦν Ἰεβουσαῖος ὁ ̔Ιεροσολυμίτης 9 ἐνθάδε νοεῖται. πολλοὶ δὲ χιλίαρχοι, τουτέστιν ἡγεμόνες καὶ προεστηκότες λαῶν, καὶ ἐξ ἐθνῶν γεγόνασι, καὶ νῦν εἰσιν ἀνὰ πᾶσαν τὴν οἰκουμένην. τὸ δὲ ἐν Ἰούδᾳ
νοήσεις ἐπὶ τοὺς αἰνεῖν εἰωθότας, τουτέστιν ἡμᾶς τοὺς ἐν πίστει κεκλημένους, οἳ στεφανοῦν εἰθίσμεθα ταῖς ἀκαταλήκτοις δοξολογίαις τὸν κεκληκότα Χριστόν.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.