πάλιν. ἔσται γὰρ τοῦτο φησὶν ἐν ταῖς ἡμέραις ἐκείναις, τουτέστι, κατ’ ἐκεῖνο καιροῦ, καθ’ ὃν ἄν ἐπιλάβοιντο δέκα ἄνδρες ἑνὸς Ἰουδαίου λέγοντες Πορευσόμεθα μετὰ σοῦ. διὰ μὲν οὖν τῶν δέκα, τὸν τέλειον τῶν προσιόντων νοήσεις ἀριθμόν· τελειότητος γὰρ σύμβολον ὁ δέκα πὼς ἐστὶν ἀριθμός. ὅτι
δὲ τοῖς ἁγίοις ἀποστόλοις οἱ ἐξ ἐθνῶν κολλώμενοι τὴν αὐ- τὴν ὥσπερ ἐκείνοις βαδίζειν ὁδὸν ἐπεχείρουν δικαιούμενοι 1 διὰ πίστεως τῆς ἐν Χριστῷ, καθίστησιν ἐναργὲς, καὶ τὸ σχῆμα λέγων, ὡς ἐξ εἰκόνος τῆς καθ’ ἡμᾶς διαπεπλασμένον εὖ μάλα. οἱ μὲν γὰρ μικροὶ τῶν παίδων εἰ τοῖς ἰδίοις
πατράσιν ἕλοιντό ποτε κατακολουθεῖν, ἐπιδραξάμενοι τοῦ κρασπέδου καὶ οἷον ἐπικουρούμενοι ταῖς ἁφαῖς καὶ τῶν ἐσθημάτων ἀπαρτώμενοι, ἀπλανῆ τε καὶ ἀσφαλῆ ποιοῦνται τὴν βάδισιν· κατὰ τὸν ἴσον οἶμαι τρόπον καὶ οἱ τῇ κτίσει λελατρευκότες παρὰ τὸν τῶν ὅλων Δημιουργὸν, πατέρας
2 γνησίους ἐπιγραφόμενοι τοὺς τῶν εὐαγγελικῶν δογμάτων εἰσηγητὰς, καὶ συναπτόμενοι δι’ ὁμοψυχίας, ἕπονταί τε αύτοῖς, 3 νηπιάζοντες ἔτι τὰς γνώμας, καὶ εἰς τὴν ὁμοίαν ἵενται τρίβον, ζηλωταί που πάντως τῆς αὐτῶν πολιτείας ἀναδεικνύμενοι,
καὶ ταῖς ἀεὶ πρὸς τὸ ἄμεινον ἐπιδόσεσιν " εἰς ἄνδρα 4 " τέλειον ἀναβαίνοντες καὶ εἰς μέτρον ἡλικίας τοῦ πληρῶ· " μάτος τοῦ Χριστοῦ." ἕπονται δὲ διὰ ποίαν αἰτίαν ; πεπληροφόρηνται γὰρ ὅτι ὁ Θεὸς μετ’ αὐτῶν ἐστι, τουτέστιιν ὁ Ἐμμανουήλ· ἑρμηνεύεται γάρ Ὁ Θεὸς μεθ’ ἡμῶν. ὅτι δὲ
οὐ μόνων ἔσται τῶν ἐξ αἵματος Ἰσραὴλ ἡ τὸ τηνικάδε κλῆσις, ἁπάντων δὲ μᾶλλον τῶν ἀνὰ πᾶσαν τὴν οἰκουμένην 5 ἐθνῶν, διαμεμήνυκεν εἰπὼν, ὡς ἐκ πασῶν ἔσονται τῶν γλωσσῶν οἱ ἐπιδραττόμενοι τοῦ κρασπέδου. πότε δὲ κέκληνται τὰ ἔθνη πρὸς ἐπίγνωσιν ἀληθείας, καὶ πότε βεβούληνται
ἐκζητῆσαι τὸ πρόσωπον κυρίου, ἐξιλάσασθαί τε αὐτὸ, καὶ 6 εἰς τὸ χρῆναι τοῖς ἁγίοις ἀποστόλοις τὴν αὐτὴν ὥσπερ δια- στείχειν ὁδὸν, εἰ μὴ ὅτε γέγονε καθ’ ἡμᾶς ὁ Μονογενής ; ὅς 7 ἐστι προσδοκία ἐθνῶν· πρὸς ὃν καὶ ὁ θεσπέσιος ἀναμέλπει 8 Δαυείδ "Πάντα τὰ ἔθνη ὅσα ἐποίησας ἥξουσι καὶ προσ-
“κυνήσουσιν ἐνώπιόν σου, Κύριε·" σέσωσται γὰρ δι’ αὐτοῦ καὶ αὐτὴ τῶν ἐθνῶν ἡ πληθύς.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.