εἰς θυμηδίαν τοὺς ὀδυρμοὺς, οὐ καθ’ ἕνα λοιπὸν ἔσται, φησὶ, τῶν καλουμένων εἰς σωτηρίαν ἡ ὡς ἐν πίστει πρόσοδος καὶ ἡ πρὸς Θεὸν οἰκείωσις δι’ ἁγιασμοῦ· ἀλλ’ αἱ μὲν πόλεις ἀλλήλας εἰς τοῦτο παροτρυνοῦσι λοιπὸν, ἥξει τε κατὰ πληθὺν πάντα τὰ ἔθην, τοῖς εἰς τοῦτο φθάσασιν ἐπιφωνούντων 1
ἀεὶ τῶν δευτέρων τό Πορεύσομαι καγώ. γέγραπται γὰρ ὅτι " Σίδηρος σίδηρον ὀξύνει, ἀνὴρ δὲ παροξύνει πρόσωπον 2 " ἐτέρου." πρόκλησις γὰρ ἀείπως ἑτέροις εἴς γε τὸ χρῆναι πληροῦν τὸ ἀγαθὸν, ἡ τινῶν εὑρίσκεται προθυμία. τίς δὲ δὴ ταῖς πόλεσιν ἤτοι τοῖς ἔθνεσιν ὁ σκοπός; τὸ ἐξιλάσασθαί
τε καὶ ἐκζητῆσαι τὸ πρόσωπον κυροῦ, τουτέστι Χριστὸν, ὅς ἐστιν εἰκὼν ἀπαράλλακτος τοῦ Θεοῦ καὶ Πατρὸς, καὶ " χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ, καθὰ γέγραπται, καὶ 3 " ἀπαύγασμα τῆς δόξης,’’ περὶ οὗ φησι καὶ ὁ θεσπέσιος Δαυείδ "Τὸ πρόσωπόν σου ἐπίφανον ἐπὶ τὸν δοῦλόν σου. 4
ἐπέλαμψε γὰρ ἡμῖν ἡ εἰκὼν καὶ τὸ πρόσωπον, ὡς ἔφην, τοῦ
Θεοῦ καὶ Πατρός· αὐτὸν ἔχοντες εὐμενῆ καὶ ἵλεω, καὶ τὰ ἐκ τῆς ἁμαρτίας διακρουσόμεθα βλάβη, δικαιούμενοι διὰ πίστεως οὐκ ἐξ ἔργων δικαιοσύνης ἃ ἐποιήσαμεν ἡμεῖς, 5 " ἀλλὰ κατὰ τὸ πολὺ αὐτοῦ ἔλεος·" φιλοικτίρμων γάρ ἐστι
καὶ ἀγαθὸς καὶ ἀφίησιν ἐγκλήματα τοῖς προσιοῦσιν αὐτῷ· αὐτὸν ἐκζητοῦντες φιλομαθῶς καὶ διὰ τοῦ χρῆναι πληροῦν 6 7 τὰ νενομισμένα, πάντη τε καὶ πάντως εὑρήσομεν, καὶ δι’ 8 αὐτοῦ κολλώμεθα τῷ Θεῷ καὶ Πατρὶ, καὶ γάρ ἐστιν αὐτὸς ἡ εἰρήνη ἡμῶν, κατὰ τὰς γραφάς.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.