χρῆναι λοιπὸν εὖ ποιεῖν αὐτούς· ἠγαπηκόσι δὲ μᾶλλον τὴν αὐτῷ θυμήρη διαστείχειν ὁδὸν καὶ ζῆν εὐαγῶς ᾑρημένοις. ἥκιστα μὲν γὰρ ψευδοεπεῖς ὁρᾶσθαι προστέταχε, ποιεῖσθαι δὲ μᾶλλον ἐν ἀτρεκείᾳ τοὺς λόγους, ὀρθότητα δὲ τὴν ἐπί γε 1 τοῖς ἀγαπᾶν, καὶ τὴν ἐφ’ ἑκάστῳ πράγματι ψῆφον
εὐθῆ τε καὶ ἀνεπίπληκτον πάντη τε καὶ πάντως ἐκφέρειν, οὐ λημματίων αἰσχρῶν ἡττωμένους, οὐκ εἰς κέρδη βλέποντας αἰσχρὰ, καὶ χρημάτων ἕνεκα τὴν τοῦ δικαίου παρασημαί- νοντας χάριν· ἀλλ’ εἰς μόνον ὁρῶντας τὸ ἁνδάνον Θεῷ· ἀνιέντας δὲ καὶ ἀδελφοῖς, εἰ δή που τι παραπταίσειαν ἢ
δρῶντες ἢ λέγοντες, καὶ προσέτι τούτοις παρωθουμένους εὖ μάλα τὸ ψευδορκεῖν. μεμισηκέναι γὰρ δὴ διισχυρίζεται τὰ 2 τοιάδε τῶν κακῶν. Αθρει δὲ ὅπως οὐδὲν ἐπιτάττει δρᾶν τῶν ἐν σκιαῖς ἢ τύποις. οὐ γάρτοι χρῆναι βουθυτεῖν οὐδὲ μὴν λιβανωτῷ
τιμᾶν ἐντέλλεται, ἀλλ’ οἷον ἰσχνήν τινα καὶ τετορνευμένην, 3 μόνον δὲ οὐχὶ καὶ εὐαγγελικὴν ἐπασκῆσαι βούλεται ζωήν. ἐπειδὴ γὰρ οὐ βραχὺς ἡμῖν ἐν τούτοις περὶ τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας ἐκπεποίηται λόγος, ταύτῃτοι καὶ ἀναγκαίως ἐντολὴ συνεισάγεται τὰ δι’ αὐτοῦ λαλοῦσα θεσπίσματα. εἰ
γὰρ δὴ προσήκοι τοῖς θείοις ἡμᾶς ἐπομένους λόγοις λαλεῖν τὴν ἀλήθειαν, τὰ Χριστοῦ πάντως διαλεξόμεθα· Χριστὸς γάρ 4 ἐστιν ἡ ἀλήθεια. διὰ τοῦτο καὶ ὁ σοφώτατος Πέτρος ἑτοιμοτάτους ἡμᾶς γενέσθαι προστέταχε " πρὸς ἀπολογίαν παντὶ 5 " τῷ ἐρωτῶντι ἡμᾶς λόγον περὶ τῆς οὔσης ἐν ἡμῖν ἐλπίσος."
οἱ δὲ δὴ τὰ Χριστοῦ λαλεῖν εἰθισμένοι, καὶ αὐτὸν ἔχοντες ἐπὶ γλώσσης ἀεὶ, καὶ νοῦ καὶ καρδίας μελέτην πεποιημένοι, δίκαιοί που πάντως εἶεν ἂν, καὶ τῆ κατὰ πᾶν ὁτιοῦν ὀρθότητι διαπρέποντες, εἰρηνικοί τε καὶ πρᾶοι καὶ πρός γε τούτῳ καὶ ἀνεξίκακοι, καὶ ψευδορκεῖν οὐκ εἰδότες, μᾶλλον δὲ οὐδὲ 6
ὀμνύντες ὅλως. διαμέμνηνται δὲ λέγοντος αὐτοῦ Ἔστω 7 " δὲ ὑμῶν ὁ λόγος τὸ ναὶ ναὶ καὶ τὸ οὒ οὔ· τὸ δὲ περισσὸν " τούτων ἐκ τοῦ πονηροῦ ἐστιν.”
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.