δὲ τοῖς παρ’ αὐτοῦ λόγοις, καὶ ποδηγοὺς ποιεῖσθαι σπουδάζειν τοὺς, οἵπερ ἂν εἶεν κατὰ καιροὺς τῶν θείων ἡμῖν θεσπισμάτων ἀπλανέστατοι διακομιοταί. τατεπηυγέλλετο δὲ καὶ ὁ κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς διὰ τῶν ἁγίων προφητῶν τὰ ἐκ τῆς ἐνανθρωπήσεως ἀγαθὰ, καὶ ὅσον
μὲν ἧκεν εἰς ἀνθρωπίνας ἐννοίας, ἀπιστίας, ὡς ἔφην, οὐ μακρὰν τὸν λόγον ἐτίθει, τῶν χαρισμάτων τὸ μέγεθος ἀφηγούμενος. ἀλλ’ ἐν πίστει πεποιήμεθα δεκτὰ τὰ ὑπὲρ φύσιν· καὶ εἰς ἔργα τὸν νοῦν τὰ ὑπερφυῆ παρατρέποντες, τοῖς τῆς 3 εὐσεβείας εἰσηγηταῖς εὐαφῆ τρόπον τινὰ καὶ εὐήνιον τὸν τῆς
διανοίας αὐχένα δεδώκαμεν. καιρὸς δὲ ὁ πρέπων ταῖς τῶν ἀγαθῶν χορηγίαις καὶ τῇ παρ’ ἡμῶν αὐτῶν ὑποταγῇ, τῆς Εκκλησίας ἡ ἀνάδειξις. θέα γὰρ ὅπως καὶ τοῖς πρὸς ἡμῶν προσέταττεν ὁ τῶν ὅλων Θεὸς κατισχύειν καὶ ἔργα πληροῦν, καὶ τοῖς τῶν προφητῶν καταπείθεσθαι λόγοις, ἀφ' ἦς ἡμέρας
τεθεμελίωται ὁ οἰκος Κυρίου ἐνιαυτοκράτορος καὶ ὁ ναὸς ἀφ' ὁδ’ ῳκοδομηται.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.