καὶ κατοικήσας ἐν αὐτοῖς, διά γε τοῦ καὶ τὸν θεῖον ἐγεῖραι 1 ναὸν, καὶ ἐφεῖναι πάλιν αὐτοῖς ταῖς κατὰ νόμον θυσίαις καταμειλίσσεσθαί τε καὶ ἀποπεραίνειν εὐχὰς καὶ ἀποπληροῦν ἑορτάς. πλὴν τὸ ἀνασώζειν τὸν ἴδιον φάναι λαὸν ἀνατολῶν καὶ δυσμῶν, πρέποιεν ἂν εἰκότως τῷ Ἐμμανουήλ,
ὃς πᾶσαν ἐκάλεσε τὴν ὑπ’ οὐρανὸν, σαγηνεύσας διὰ τῆς πίστεως τοὺς ἐκ περάτων τῆς γῆς, καὶ πᾶσαν ἐθνῶν ἀγέλην συναγηγερκὼς εἰς τὴν ἁγίαν ἀληθῶς καὶ διαβόητον πόλιν Ι Tim. “ἥτις ἐστὶν ἐκκλησία Θεοῦ ζῶντος,’’ καὶ ἐπουράνιος ῾Ιερουσαλήμ. ὅτι δὲ καὶ ἐσκήνωσεν ἐν μέσῳ αὐτῆς, πῶς οὐκ ἀτρεκὲς
2 εἰπεῖν; γέγονε γὰρ καθ’ ἡμᾶς, καὶ “τοῖς ἀνθρώποις συν- 3 “ανεστράφη’’ μετὰ σαρκός. καὶ τοῦτο ἡμῖν δι’ ἑτέρου προφήτου ὁ Θεὸς προανεφώνει λέγων “Θάρσει Σιῶν, μὴ 4 “παρείσθωσαν αἱ χεῖρές σου· κύριος ὁ Θεός σου ἐν σοὶ “δυνατὸς σώσει σε, ἐπάξει ἐπὶ σὲ εὐφροσύνην καὶ
“σε ἐν τῇ ἀγαπήσει αὐτοῦ.’’ ἀλλὰ καὶ νῦν ἐστιν ἡμῖν· οὐ 5 γὰρ ἀφῆκεν ἡμᾶς ὀρφανοὺς, πέπομφε δὲ ἡμῖν ἀνθ’ ἑαυτοῦ τὸν Παράκλητον, καὶ σύνεστι δι’ αὐτοῦ τοῖς ἀγαπῶσιν αὐτόν· καὶ πληροφορήσει λέγων “Ἴδου ἐγὼ μεθ’ ὑμῶν εἰμι πάσας 6 “τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος. γεγόναμεν
τοίνυν αὐτοῦ λαὸς, οἱ ποτὲ οὐ λαὸς, καὶ οἱ τῶν λίθων 7 θεραπευταί· τὴν ἀρχαίαν καὶ βέβηλον καταμυσαττόμενοι πλάνησιν· Θεὸν αὐτὸν ἐπεγραψάμεθα, καὶ τοῦτο ἐν ὰληθείᾳ καὶ δικαιοσύνῃ. οὐ γὰρ ἐν ἴσῳ τοῖς τοῦ γράμματος φίλοις, τύποις καὶ σκιαῖς προσκείμεθα, παραδεξάμενοι δὲ μᾶλλον
εἰς νοῦν καὶ καρδίαν τὴν τῶν εὐαγγελικῶν κηρυγμάτων λαμπρότητα, τὴν ἀληθῆ πληροῦμεν λατρείαν, καὶ τῆς ἁνδανούσης 8 αὐτῷ δικαιοσύνης ἀπρὶξ ἐχόμενοι, τὴν ἐν πνεύματι πληροῦμεν προσκύνησιν. “Πνεῦμα γὰρ ὁ Θεὸς,’’ καθά 9 φησιν αὐτὸς ὁ Υἱὸς, καὶ τοὺς προσκυνοῦντας αὐτὸν ἐν
ἑ πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.