ζωὴν καὶ τὴν ἀμώμητον ἰέναι τρίβον, σκληροὶ γεγόνασι καὶ ἐν οὐδενὶ τεθείκασι λόγῳ τὸν παιδευτὴν, 1 ἀκαμπῆ τε καὶ ἄτεγκτον ἐσχήκασι τὴν καρδίαν. κατέληξαν γὰρ οὐδαμῶς τοὺς θείους ἐκτόπως περιυβρίζοντες λόγους, καὶ τοῖς τούτων διακομισταῖς, οἳ τὸ τῆς προφητείας διεχείριζον χρῆμα, δεινῶς τε καὶ ἀνοσίως ἐπιπλήττοντες, καίτοι λαλοῦσιν ἐν Ἁγίῳ νεύματι· εἰς τοῦτο δὲ ἤδη κατώλισθον ἀγριότητος καὶ ἀνουθετήτου ληρίας, ὡς μὴ ἑλέσθαι μετανοεῖν ἄχρις ἂν αὐτοῖς εἰς πέρας ἐξέβη τὰ προηγγελμένα, καὶ ὑποπεπτώκασι τοῖς ἐκ θείας ὀργῆς 2 ἐπενηνεγμένοις. εἰ δὲ δὴ
λέγει Θεὸς ἐν τούτω ὅτι Ἐκβαλῶ αὐτοὺς εἰς τταντα, τὰ ἔθνη, 3 ἀφανισθσεται δὲ καὶ ἡ γῆ ἐκ διοδεύοντος καὶ ἐξ ἀναστρεφοντος, ὡς ἐν προαγορεύσει προφητικῇ τὰ τοιάδε πάλιν εἰρῆσθαι νοήσωμεν· ἐκβέβληντο μὲν γὰρ εἰς Περσᾶς καὶ Μήδους, καὶ ἤδη πεπείραντο τῆς αἰχμαλωσίας, ἠρήμωτο δὲ καὶ ἡ γῆ, καὶ
ἡ πασῶν ἀρίστη χώρα τέτακτο, καθά φησιν ὁ λόγος, εἰς ἀφανισμὸν, οὐκ ἔχουσα τοὺς διοδεύοντας, ἤγουν ἀναστρεφοντας. οἱ μὲν γὰρ δεδαπάνηντο τῷ πολέμῳ· οἱ δὲ τῷ τῆς δουλείας κατηχθισμένοι ζυγῷ, δεδραμήκασιν εἰς αἰχμαλωσίαν. οὐκοῦν 4 ὡς ἐν προαγορεύσει καὶ τάδε τοῖς ἄλλοις συνειρῆσθαι νοή –
σωμεν. ὅτι δὲ τὸ τοῖς θείοις λόγοις ἀπειθεῖν ἐπιζήμιον, μᾶλλον δὲ καὶ ὀλέθρου πρόξενον, καὶ ἐξ αὐτῶν ἄν τις ἴδοι τῶν τοῖς ἀρχαίοις συμβεβηκότων· καὶ οὐ μακρῶν ἄν τις δέοιτο λόγων πρὸς ἀπόδειξιν, ἀλλ’ ἔστι τὸ χρῆμα παντί τῳ σαφὲς, τῷ γε ἅπαξ εἰδότι τὰ ἐκ τῆς εὐπειθείας ἀγαθά.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.