τοῦ σταυρῶσαι Χριστὸν, προμεμήνυκεν ἐναργῶς. ὅτι δὲ τοῖς 1 πιστεύουσι καὶ ἠγαπηκόσιν αὐτὸν οὐκ ἀκερδὲς ἔσται τὸ χρῆμα, μᾶλλον δὲ καὶ πρὸς εὐφροσύνης καὶ τέρψεων ἁγιοπρεπῶν, προαγορεύει χρησίμως. μαρτυρήσει δὲ τούτοις καὶ ὁ δίκαιος Συμεών. ὅτε γὰρ τὸ θεῖον τεθέαται βρέφος καὶ
εἰς ἀγκάλας ἐδέξατο, προεφήτευσε λέγων “Ἰδοὺ οὗτος κεῖται 2 “εἰς πτῶσιν καὶ ἀνάστασιν πολλῶν ἐν τῷ Ἰσραὴλ, καὶ “εἰς σημεῖον ἀντιλεγόμενον.’ πεπτώκασι μὲν γὰρ οἱ τὸ δίκαιον αἷμα ταῖς σφῶν αὐτῶν ἐπαντλήσαντες κεφαλαῖς, εἰς 3 γῆν δὲ ὥσπερ ἐρριμμένοι καὶ κείμενοι, καὶ ὑπὸ πόδας ὄντες
διαβολικούς· ὠρθώθησαν δὲ οἱ ἐξ ἐθνῶν. καὶ αὐτὸς ’δε που Χριστὸς προαναφωνεῖ μὲν τοῖς ἁγίοις μαθηταῖς τὸ ἐπὶ τῷ 4 σταυρῷ πάθος· ἐπειδὴ δὲ γεγονότας ἐν κατηφείᾳ τεθέαται, 5 παρεκάλει λέγων “Ἡ γυνὴ λύπην ἔχει, ὅταν τίκτῃ τὸ παιδίον, “ὅτι ἦλθεν ἡ ὥρα αὐτῆς· ὅταν δὲ τέκῃ τὸ παιδίον χαρᾷ χαίρει, “ὅτι ἐγεννήθη ἄνθρωπος εἰς τὸν κόσμον. καὶ ὑμεῖς μὲν λύ- “πην ἔχετε, ὕστερον δὲ ὄψεσθέ με καὶ χαρήσεται ὑμῶν ἡ
6 “καρδία.” οὕτω καὶ ἐγηγερμένος ἐκ νεκρῶν ταῖς ἐν τῷ 7 κλαιούσαις γυναιξὶ προσεφώνει τό Χαίρετε. πρέποι δ᾿ ἃν καὶ ἕκαστον τῶν ἀγαπώντων αὐτὸν ἐπί τε τῷ σταυρῷ 8 καὶ τῇ ἀναστάσει λέγειν “Ἔστρεψας τὸν κοπετόν μου εἰς “ χαρὰν ἐμοὶ, διέρρηξας τὸν σάκκον μου καὶ περιέζωσάς με
“ εὐφροσύνην. πῶς γὰρ οὐκ οἴχεται μὲν ἐκ ποδῶν τὸ πεν- 9 θεῖν, ἀφῄρηται δὲ “πᾶν δάκρυον ἀπὸ παντὸς κατὰ τὴν τοῦ προφήτου φωνὴν, ἐγηγερμένου Χριστοῦ, καὶ 10 τὸ τοῦ θανάτου καταλύσαντος κράτος; ζωὴ γὰρ ἦν κατὰ φύσιν ὡς Θεὸς, κἂν εἰ πέφηνεν ἐν σαρκί. οὐκοῦν τῇ ἡμέρᾳ
ἐκείκῃ, φησὶ, τουτέστι, κατ’ ἐκεῖνο καιροῦ, καθ’ ὃν ἃν ἀναβιῴη ἐκ νεκρῶν καταβοθρευθέντων τῶν ἐσταυρωκότων, συγκαλέσετε ἔκαστος τὸν πλησίον αὐτοῦ ὑποκάτω ἀμπέλου καὶ ὑποκάτω συκῆς. καὶ εἰ μὲν βούλοιτό τις ἁπλοῦν, καὶ πρόχειρον τὸν τοιοῦτον ἐκδέχεσθαι νοῦν, τέρψεων εἶναι τῶν πνευματικῶν
11 σύμβολα διαβεβαιώσεται τὰ ὠνομασμένα. οὐκ ἀπίθανον δὲ εἶναί φημι πρὸς τούτῳ κἀκεῖνο εἰπεῖν, ὅτι συκῆν καὶ ἄμπελον ἔοικεν ἀποκαλεῖν τὴν Ἐκκλησίαν, ἧς καὶ ὁ θεσπέσιος μελῳδὸς διαμέμνηται, λέγων αἰνιγματωδῶς πρὸς τὸν ἄνωθεν καὶ 12 ἐξ οὐρανοῦ νυμφίον, τουτέστι Χριστόν “Ἡ γυνή σου ὡς
“ἄμπελος εὐθηνοῦσα, ἐν τοῖς κλίτεσι τῆς οἰκίας σου.’’ ἔφη 13 δέ που καὶ αὐτός “Αἱ ἄμπελοι κυπρίζουσιν, ἔδωκαν ὀσμὴν, 14 “ἡ συκῆ ἐξήνεγκεν ὀλύνθους αὐτῆς.’’ ὡς γὰρ ἤδη τῶν ἐκκλησιῶν ἀρξαμένων ἐν κόσμῳ διὰ τῆς εἰς αὐτὸν εὐωδιάζειν πίστεως, τὰς ἀμπέλους ἔφη κυπρίζειν, καὶ μὴν καὶ ἐκφαίνεσθαι 15
τοὺς ὀλύνθους· νοηθεῖεν δ’ ἃν καὶ οὗτοι τῶν ἄρτι πεπιστευκότων ἡ οὔπω μὲν πέπειρος καὶ γλυκεῖα πληθὺς, ἐσομένη δὲ κατὰ βραχὺ, καὶ ταῖς εἰς τὸ ἄμεινον ἐπιδόσεσιν ἰοῦσα πρὸς τοῦτο. ἁδρυνθέντες γὰρ, καὶ “εἰς ἄνδρα τέλειον 16 “ἀναβεβηκότες τοῦ πληρώματος τοῦ Χριστοῦ, γλυκεῖς οἱάπερ
ἐσόμεθα καρποὶ τῷ Θεῷ, καθάπερ μητρί τινι τῆ Ἐκκλησίᾳ προσπεφυκότες. οὐκοῦν διά τε συκῆς καὶ ἀμπέλου νοουμένων τῶν ἐκκλησιῶν, ὑπ’ αὐταῖς ἐσόμεθα, καὶ ἐν αὐταῖς ταῖς καταλύσομεν, προτροπάδην ἀλλήλοις ἐκεῖνο λέγοντες τὸ προφητικόν “Δεῦτε ἀναβῶμεν εἰς τὸ ὄρος τοῦ κυρίου καὶ 17
“εἰς τὸν οἶκον τοῦ Θεοῦ Ἰακὼβ, καὶ ἀναγγελεῖ ἡμῖν τὴν “ὁδὸν αὐτοῦ, καὶ πορευσόμεθα ἐν αὐτῇ.’’ εἰ δὲ δὴ γένοιτο καὶ τοῦδε τυχεῖν, ἐπαίνου παντὸς ἀξιώσομεν τοὺς εἰς τοῦτο κεκληκότας, πάλιν ἐκεῖνο λέγοντες “Εὐφράνθην ἐπὶ τοῖς 18 “εἰρηκόσι μοι Εἰς οἶκον κυρίου πορευσόμεθα. τέρψεως
γὰρ ἥμιν τῆς ἀνωτάτω τὸ χρῆμα καρπὸς νοοῖτ’ ἃν εἰκότως. 19 τοιγάρτοι πάλιν ἐροῦμεν κατὰ τὸν ἅγιον ψαλμῳδόν “Μίαν 20 “ᾐτησάμην παρὰ Κυρίου, ταύτην ἐκζητήσω, τοῦ κατοικεῖν “με ἐν οἴκῳ κυρίου πάσας τὰς ἡμέρας τῆς ζωῆς μου, τοῦ “θεωρεῖν με τὴν τερπνότητα κυρίου, καὶ ἐπισκέπτεσθαι τὸν
“ναὸν τὸν ἅγιον αὐτοῦ. ΤΟΜΟΣ α΄.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.