τουτέστι, τὸν ὑπὲρ ἡμῶν ἁπάντων θάνατον, ὃν ἑκὼν ἀνέτλη, σταυρῷ παραδοὺς τὸ ἴδιον σῶμα, ἐφ’ ᾧ καὶ τὸ τῶν Ἰουδαίων προσκέκρουκεν ἔθνος, καὶ τῆς πρὸς αὐτὸν οἰκειότητος ἀποβέβληται. ἐπειδὴ γὰρ οὐ συνέντες οἱ δείλαιοι τῆς μετὰ σαρκὸς οἰκονομίας τὸ μυστήριον, κυριοκτόνοι γεγόνασι, ταυτῄτοι
καὶ μαλὰ εἰκότως ἀπώλισθον τῆς ἐλπίδος, καὶ κακοὶ κακῶς ἀπολώλασι, δειναῖς καὶ ἀφύκτοις ἐναλόντες συμφοραῖς. βόθρῳ δὴ οὖν παρεικάζει τὸν τοῦ Σωτῆρος σταυρόν. πεπτώκασι γὰρ ὥσπερ εἰς βόθρον οἱ τὸ δεσποτικὸν ἐκχέοντες 3 αἷμα, καὶ σταυρῷ παραδοῦναι τολμήσαντες τὸν ἀρχηγὸν τῆς 4
ζωῆς. εἰ δὲ αὐτὸς ὁ Πατὴρ τὸν βόθρον ὀρωρυχέναι λέγοιτο,
σκανδαλιζέσθω μηδείς· ἐννοείτω δὲ μᾶλλον, ὡς ἐκμεμέστωταί πὼς οἰκονομίας ὁ λόγος. ὅμοιον γὰρ τοῦτό ἐστι τῷ διὰ Χριστοῦ σοφῶς τε καὶ ἀτρεκῶς εἰρημένῳ “Εἰς κρῖμα ἐγὼ 5 “εἰς τὸν κόσμον τοῦτον ἦλθον, ἵνα οἱ μὴ βλέποντες βλέ-
“πωσι, καὶ οἱ βλέποντες τυφλοὶ γένωνται. καίτοι, πῶς οὐκ ἀληθὲς εἰπεῖν, ὡς οὐ ταύτης ἕνεκα παραγέγονε τῆς 6 αἰτίας, ἵνα τυφλοὶ γένωνταί τινες· ἀλλ’ ἡ τῶν μὴ νοούντων 7 φαυλότης μονονουχὶ καὶ διαβέβληκε τῆς ἀρίστης οἰκονομίας τὸν τρόπον. οὐ γὰρ ἤθελον βλέπειν, καίτοι μετὸν αὐτοῖς τοῦ θείου μετασχεῖν φωτός. οὕτω κἀνθάδε νοήσεις. 8 πέπομφε μὲν γὰρ τὸν Υἱὸν ὁ Πατὴρ, “ἵν᾿ ὁ κόσμος σωθῇ “ δι᾿ αὐτοῦ.” διὰ δὲ τὴν τῶν μὴ συνιέντων ἀπόνοιαν, γέγονε
βόθρος καὶ πάγη τοῖς σταυρώσασιν ὁ ἀπεσταλμένος· νενόμισται δὲ τάχα που καὶ ὀρύξαι τὸν βόθρον ὁ πεπομφώς. 9 ὀρύξω δὴ οὖν τὸν βοἠρον φησὶ καὶ ψηλαφήσω πᾶσαν τὴν ἀδικίαν τῆς γῆς ἐκείνης ἐν ἡμέρᾳ μιᾷ· τὸ ψηλαφήσω φησὶν, ἀντὶ τοῦ ζητήσω καὶ περιεργάσομαι λεπτῶς. ἀπεκτόνασι 10 μὲν γὰρ τοὺς ἁγίους προφήτας, ἐπέθρωσκον δὲ θηριοπρεπῶς καὶ τοῖς κατὰ καιροὺς ἀποστελλομένοις οἰκέταις. οὓς μὲν 10 γὰρ ὕβρισαν, οὓς δὲ ἐλιθοβόλησαν, οὓς δὲ ἀπέκτειναν. ἀλλ᾿ ἦν ἀνεξίκακος ἔτι Θεός· οἰκέται γὰρ ἦσαν καὶ ὁμόδουλοι τοῖς ἀπεκτονόσιν οἱ πεπονθότες. ἐπειδὴ δὴ ἀχαλίνοις ὁρμαῖς
εἰς τοῦτο διάττοντες, καὶ πολὺ βλέποντες εἰς ἀνοσίοτητα, καὶ 11 εἰς αὐτὸν ἐκτόπως πεπαρῳνήκασι τὸν Υἱὸν, καὶ εἰς τὸν ἐπὶ τῷ σταυρῷ κατώλισθον βοθρον, οὐκ ἀφῆκεν αὐτῶν ἀψηλάφητον ἔτι τὴν ἁμαρτίαν. ἐζήτησε γὰρ καὶ ποιναῖς ὑπέθηκε τοὺς ἠσεβηκότας, ἁπάσης τῆς Ἰουδαίων γῆς καθορίζων τὸν
ὄλεθρον ἐν ἡμέρᾳ μιᾷ, καθ᾿ ἢν ἔφασαν προσάγοντες αὐτὸν 12 τῷ Πιλάτῳ “Τὸ αἷμα αὐτοῦ ἐφ᾿ ἡμᾶς καὶ ἐπὶ τὰ τέκνα “ἡμῶν.” εἰ γὰρ μὴ καὶ συνεκβέβηκε παραχρῆμα τὰ ἐκ θείας ὀργῆς· εἰ μὴ ἐξῄτηνται δίκας ὑπερθέσεως δίχα, ἀλλ᾿ 13 οὖν ἡ παρὰ Θεοῦ δικαία ψῆφος γέγονεν ἐπ᾿ αὐτοῖς, ὄλεθρον,
ὡς ἔφην, τῆς Ἰουδαίων καταχέουσα γῆς. καὶ γοῦν ἀπε- 14 κομίζετο μὲν ὁ Σωτῆρ’ ἐπὶ τὸν σταυρὸν, εἵποντο δὲ καὶ γυναῖκες, θρηνοῦσαί τε καὶ κλαίουσαι· εἶτα τί πρὸς ταύτας ἔφασκεν ἐπιστραφείς; “Θυγατέρες Ἱερουσαλὴμ, μὴ κλαίετε 15 “ἐπ’ ἐμὲ, πλὴν ἐφ’ ἑαυτὰς κλαίετε καὶ ἐπὶ τὰ τέκνα ὑμῶν.
παραδέδονται γὰρ εἰς ὄλεθρον καὶ σφαγὴν, καὶ συμβέβηκεν αὐτοῖς τὰ διὰ φωνῆς Ἡσαΐου “Ἡ γῆ ὑμῶν ἔρημος, αἱ 16 “πόλεις ὑμῶν πυρίκαυστοι· τὴν χώραν ὑμῶν ἐνώπιον ὑμῶν “ἀλλότριοι κατεσθίουσιν αὐτὴν, καὶ ἠρήμωται κατεστραμ- 17 “μένη ὑπὸ λαῶν ἀλλοτρίων.’’
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.