μακρὰν, μετατεθήσεσθαι τὰ ἐν νόμῳ πρὸς λατρείαν τὴν 2 ἀληθῆ, καὶ τῶν τύπων τὸ ἀκαλλὲς μεταπλάττεσθαί τε πρὸς ἀξιέραστόν τε καὶ πνευματικὴν πολιτείαν. ἔμελλον ἀποσοβείσθαι τοῦ ἀμπελῶνος οἱ κυριοκτονήσαντες γεωργοὶ, καὶ 3 ἐκδοθήσεσθαι τὸ χωρίον ἐτέροις, τοῖς ἁγίοις ἀποστόλοις δηλονότι
καὶ εὐαγγελισταῖς, οἳ καρποφόρον αὐτὸ καὶ εὐανθὲς ἀποφαίνειν ἔμελλον, τῆς προὐργιαιτάτης ἀξιοῦντες φροντίδος· 4 ἔμελλε “Βασιλεὺς δίκαιος βασιλεύειν, καὶ ἄρχοντες μετὰ “κρίσεως ἄρχειν,’ κατὰ τὴν τοῦ προφήτου φωνήν· ἔμελλεν 5 ἕτερος ἀνίστασθαι ἀρχιερεὺς, οὐ κατὰ τὴν τάξιν Ἀαρὼν,
6 ἀλλὰ κατὰ τὴν τάξιν Μελχισεδὲκ, “τῶν ἁγίων λειτουργὸς, “ καὶ τῆς σκηνῆς τῆς ἀληθινῆς, ἣν ἔπηξεν ὁ κύριος, καὶ οὐκ “ἄνθρωπος.” εἰσῆλθε γὰρ εἰς τὰ ἅγια τῶν ἁγίων ὁ Κύριος 7 ἡμῶν Ἰνσοῦς ὁ Χριστὸς “οὐ δι’ αἵματος τράγων καὶ μόσχων, “διὰ δὲ τοῦ ἰδίου αἵματος, αἰωνίαν λύτρωσιν εὑράμενος,” 8 καὶ “μιᾷ προσφορᾷ μιᾷ προσφορᾷ τελειώσας εἰς τὸ διηνεκὲς, κατὰ “δησιν τοὺς ἁγιαζομενους.” ἵνα τοίνυν μὴ ψευδοέπης τε καὶ εἰκαιόμυθος ἀναφαίνηται ὁ Θεὸς, ἀεὶ καὶ διηνεκῶς τῇ c κατὰ νόμον ἱερωσύνῃ καθυπισχνούμενος ἰσχνοῦ μένος ἐποπτεύσειν τε καὶ διακρίνειν τὸν οἶκον αὐτοῦ, ἀναγκαίαν ποιεῖται τοῦ κατὰ
Χριστὸν μυστηρίου τὴν προαγόρευσιν καὶ ὅτι καταλήξει μὲν τὰ ἐν νόμῳ, διακρινεῖ δὲ αὐτὸς τὸν ἴδιον οἶκον διὰ τοῦ ἰδίου γεννήματος, τουτέστι, τοῦ Υἱοῦ. ταύτῃτοι μονονουχὶ 9 καὶ διαμαρτύρεται αὐτόν τε τὸν Ἰνσοῦν καὶ τοὺς πλησίον αὐτοῦ καὶ τοὺς καθημενους πρὸ προσώπου αὐτοῦ, ἴνα Λευίτας νοῶμεν καὶ ἱερέας. λειτουργοῦντι μὲν γὰρ τῷ ἀρχιερεῖ παριστήκει τὸ τάγμα τὸ Λευιτικόν· οἱ ’δε γε πρεσβύτεροι 10
καὶ ἱερεῖς, ὡς ἐκείνων ἀμείνους ἔτι καὶ ἱερώτεροι κατὰ τὸν νόμον, καὶ τῇ συνεδρείᾳ τετίμηντο. τερατοσκόπους γεμὴν αὐτοὺς ὀνομάζει, τουτέστιν, ἀεὶ σὴ μεῖα ζητοῦντας ὁρᾶν τῶν τεράτων ἐφιεμένους. φύσει γάρ πὼς ἀεὶ τοιοῦτόν ἐστι τὸ τῶν Ἰουδαίων ἔθνος. καὶ γοῦν, ὅτε ὁ Χριστός “Ποιήσας 11
“ὡσεὶ φραγέλλιον ἐκ σχοινίων πάντας ἐξέβαλεν ἐκ τοῦ “ἱεροῦ λέγων Ἄρατε ταῦτα ἐντεῦθεν, μὴ ποιεῖτε τὸν οἶκον 12 “τοῦ Πατρός μου οἶκον ἐμπορίου,” προσῄεσαν λέγοντες “Τί 13 σημεῖον δεικνύεις ἡμῖν ὅτι ταῦτα ποιεῖς; “Καὶ τίς εδωκε 14 “σοι τὴν ἐξουσίαν ταύτην;” εὑρήσομεν δὲ καὶ ἑτέρους 15
προσιόντας τε καὶ λέγοντας αὐτῷ “Διδάσκαλε, θέλομεν ἀπὸ 16 “σοῦ σημεῖον ἰδεῖν.” οὐκοῦν ἐπειδήπερ, φησὶν, ἄνδρες τερατοσκόποι, μανθανέτωσαν ἅμα σοι τὰ ἐσόμενα, καὶ σημείων ὧν αἰτοῦσιν ἀεὶ τὸν παναλκέστατον ἀποτελεστήν. καὶ τίς δὴ οὗτός ἐστιν; ἰδοὺ ἐγὼ ἄγω τὸν λοῦλόν μου ἀνατολήν.
Θεὸς μὲν οὖν κατὰ φύσιν καὶ ἐκ Θεοῦ Πατρὸς πέφηνεν ὁ Μονογενὴς, καὶ ὡς τοῦτο ὑπάρχων, ἐλεύθερος, ἁλλὰ κεκένωκεν Phil. ii. 7. ἑαυτὸν, κατὰ τὰς γραφὰς, καθιεὶς εἰς ὅπερ οὐκ ἦν, καὶ κεχρημάτικε 17 δοῦλος, διὰ τὸ ἀνθρώπινον, καίτοι κύριος πάντων ὑπάρχων ὡς Θεός. ἁλλ’ ἦν καὶ οὕτως ἀνατολὴ, τουτέστι
Δικαιοσύνης ἥλιος. ἄνισχε γὰρ καὶ ἐπέλαμψεν οἷαπερ ἐν σκότῳ διατελοῦσιν ἡμῖν, μόνον δὲ οὐχὶ καὶ ὡς ἐν νυκτὶ καὶ ὕπνῳ κεκαρωμένους ταῖς κοσμικαῖς ἡδοναῖς, καὶ τῆς διανοίας 18 τὸν ὀφθαλμὸν κατεσκοτισμένους, ἤγειρέ τε πρὸς νῆψιν, καὶ 19 λαμπροὺς ἀπέφηνε τῇ παρ’ ἑαυτοῦ χάριτι. τοιγάρτοι καὶ ὁ σοφὸς ἡμῖν ἐπιστέλλει Παῦλος, αὐτὸ δὴ τοῦτο καταμηνύων 20 “Ἡ νὺξ προέκοψεν, ἡ δὲ ἡμέρα ἤγγισεν· ἀποθώμεθα οὖν
“τὰ ἔργα τοῦ σκότους, ἐνδυσώμεθα δὲ τὰ ὅπλα τοῦ φωτὸς,
“ὡς ἐν ἡμέρᾳ εὐσχημόνως περιπατήσωμεν.” καὶ πάλιν 21 “Ἔγειραι ὁ καθεύδων καὶ ἀνάστα ἐκ τῶν νεκρῶν, καὶ ἐπι- “φαύσει σοι ὁ Χριστός.” προανακηρύττει τοιγαροῦν τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας τὰ λαμπρὰ κατορθώματα. δοῦλον δέ φησιν αὐτὸν, διάτοι τὸ ἐν δούλου καθικέσθαι
22 μορφῇ· ἀνατολὴν δὲ, ὅτι φῶς ἐστὶ τὸ ἀληθινὸν, αὐγὴ καὶ ἡμέρα, καὶ λαμπρὸς ἑωσφόρος, εἰς νοῦν ἀνατέλλων, καὶ καταφαιδρύνων καρδίας. ὀνομάζει δὲ πρὸς τούτῳ καὶ λίθον αὐτὸν, καὶ μὴν καὶ δεδόσθαι φησὶ πρὸ προσώπου Ἰησοῦ, ἑπτά τε ἔχειν τοὺς ὀφθαλμοὺς εὖ μάλα διισχυρίζεται. ἔδει γὰρ
μάλιστα τὴν κατὰ νόμον ἱερωσύνην, ἧς εἰς τύπον τεθείκαμεν τὸν Ἰησοῦν, οἱονεὶ πρὸ προσώπου καὶ πρὸ ὀφθαλμῶν ἔχειν 23 διὰ παντὸς τὸν λίθον τὸν ἐκλεκτὸν, τὸν ἀκρογωνιαῖον, τὸν ἔντιμον, τὸν εἰς τὰ θεμέλια Σιῶν, τὸν πολυτίμητον μαργαρίτην, τουτέστι Χριστὸν, τὸν πολλοῖς πολλοῖς ἐφορῶντα τὰ
24 πάντα. τὸ γὰρ ἑπτὰ τοῦ τελείως ἔχοντος ἀεί πὼς ἐστὶ 25 σημαντικόν. στεῖρα γοῦν λέγεται τεκεῖν ἑπτά. ὅτι δὲ μυρίοις ὄμμασιν ἐφορᾷ τὰ πάντα, καὶ ἐπισκέπτεται τὰ καθ’ ἡμᾶς ἡ θεία τε καὶ ἀπόρρητος τοῦ Υἱοῦ φύσις, οὐκ ἃν ἐν- 26 δοιάσειέ τις· “Ζῶν γὰρ ὁ λόγος τοῦ Θεοῦ καὶ ἐνεργὴς, καὶ “τομώτερος ὑπὲρ πᾶσαν μάχαιραν δίστομον, καὶ διικνού- “μενος ἄχρι μερισμοῦ ψυχῆς καὶ πνεύματος, ἁρμῶν τε “μυελῶν, καὶ κριτικὸς ἐνθυμήσεων καὶ ἐννοιῶν καρδίας, καὶ 27 “οὐκ ἔστι κτίσις ἀφανὴς ἐνώπιον αὐτοῦ· πάντα δὲ γυμνὰ “καὶ τετραχηλισμένα τοῖς ὀφθαλμοῖς αὐτοῦ,’’ κατὰ τὸ 28 γεγραμμένον.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.