“ἐν ὅλῳ τῷ οἴκῳ τοῦ Θεοῦ· Χριστὸς δὲ ὡς υἱὸς ἐπὶ τὸν 1 “οἶκον αὐτοῦ· οὗ οἶκός ἐσμεν ἡμεῖς.’’ οὐκοῦν εἰρήσθω μὲν τὰ τοιάδε πρὸς τὸν Ἰωσεδὲκ, πρὸς δέ γε Χριστὸν οὐκέτι. ἐπηγγέλλετο δὲ Θεὸς τῇ κατὰ νόμον ἱερωσύνῃ κρατήσειν ἔτι καὶ μετά γε τοὺς τῆς αἰχμαλωσίας καιροὺς, ὥστε τοὺς
ἱερατεύοντας κατάρχειν τοῦ Ἰσραὴλ, καὶ τὴν ἁγίαν διέπειν σκηνήν. ἐπειδὴ γὰρ συμβάσης τῆς αἰχμαλωσίας, καὶ τῶν ἁγίων ἐμπεπρησμένων, μένων, καὶ θυσίας οὐκέτι προσκεκομισμένης, ᾤοντό τινες πρὸς ἀνατροπὴν οἰχήσεσθαι παντελῶς τὰ Μωυ- 2 σέως, καὶ ἀπρακτήσειν ἔτι τὸν νόμον, καίτοι μήπω παρόντος
τοῦ καιροῦ, καθ’ ὃν ἀναδείκνυσθαι ἐχρῆν ἐνηνθρωπηκότα τὸν Μονογενῆ, ταύτῃτοι Θεὸς ἀναπείθων ὅτι τοῖς ἀρχαίοις ἔθεσιν ὑποκείσεται πάλιν ὁ Ἰσραὴλ, καὶ ὑπὸ χεῖρα πράξει τὴν ἱερέων, καθὰ καὶ πρὸ τῆς αἰχμαλωσίας, ἀναγκαίως φησὶν, ὡς εἰ γένοιτο γνήσιος νομοφύλαξ ὁ Ἰησοῦς, αὐτὸς πάλιν
διακρινεῖ τὸν οἶκον αὐτοῦ, καὶ ἐν δόξη κείσεται τῇ πρώτῃ, συλλειτουργούντων αὐτῷ καὶ ἁγίων ἀγγέλων. οὐ γάρ που 3 φαμὲν, ὡς ἔρημος ἦν δυνάμεων λογικῶν ὁ πάλαι νόμος. εἰ 4 γὰρ καὶ ἦν ἐν τύποις καὶ σκιαῖς τὰ ἐν νόμῳ, ἁλλ’ οὖν εἰς δόξαν ἐτελεῖτο Θεοῦ. τοῦτο οἶμαι δηλοῦν τό Δώσω σοι αναστρεφομενους ἐν μέσῳ τῶν ἑστηκότων τούτων, τουτέστι, μονονουχὶ συνιερατεύοντας καὶ συλλειτουργοῦντας ἀγγέλους.
ἄθρει δὲ ὅπως πανταχοῦ τοὺς ἁγίους ἀγγέλους ἑστάναι φησὶ τὸ γράμμα τὸ ἱερὸν, τῷ τῆς στάσεως ὀνόματι καταδηλοῦν, τὸ μὴ ὀκλάζειν αὐτοὺς εἰς τὸ ῥᾴθυμον, ἀλλ’ οἷον ὀρθὴν ἀεὶ καὶ ἀσθενεῖν οὐκ ἀνεχομένην τὴν διάνοιαν ἔχειν, ἑστῶσαν δὲ 5 μετὰ Θεοῦ. οὕτω καὶ ἐν τῷ Ἰεζεκιὴλ γεγραμμένον εὑρήσομεν
περὶ τῶν Χερουβὶμ, ὅτι ἦν “τὰ σκέλη αὐτῶν ὀρθά.” 6 κάμπτεται μὲν γὰρ, καὶ λίαν εὐκόλως, ἡ ἀνθρώπου διάνοια, καὶ ἔστιν εὐπετὴς εἴς γε τὸ θέλειν ἀρρωστῆσαι τὸ ῥᾴθυμον. ἕστηκε δὲ ὥσπερ τῶν ἄνω πνευμάτων ἡ ἁγία πληθύς. ταύτῃτοι καὶ πρὸς τὴν Σιῶν ἐλέγετο παρὰ Θεοῦ “Στῆσον 7
“σεαυτὴν Σιών.” ἀνετίθει ’δε που καὶ ὁ μακάριος Δαυεὶδ τὰς χαριστηρίους ᾠδὰς, οὕτω λέγων “Ἔστησεν ἐπὶ πέτραν 8 “τοὺς πόδας μου.’’ τὸ γὰρ ἀκλινὲς ἐν τούτοις καὶ τὸ πεπηγος τῆς γνώμης τῳ τῆς στάσεως ὀνόματι κατεσήμανεν ο πνευματοφόρος.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.