ὥσπερ ταῖς σφῶν αὐτῶν ἁμαρτίαις, καὶ δυσαπόνιπτον ἔχον- 1 τες τῆς ἀσεβείας τὸν μῶμον, διετέλουν ἐν αἰχμαλωσία, ποιναῖς ὑπενηνεγμένοι, καὶ τῶν ἀνοσίως αὐτοῖς πεπλημμελημένων ἀποτινύντες δίκας. ἐπειδὴ δὲ κατηλέει Θεὸς, ἀπαλλάττεσθαι τῆς ἁμαρτίας προστέταχεν, ἐλευθεροῦσθαι
τῶν ῥυπαρῶν, καὶ μεταμφιέννυσθαι τρόπον τινὰ τὴν δικαιοῦσαν χάριν. κατανεύει δὲ αὐτοῖς τοῦ πόνου τὸ πέρας καὶ τῶν συμβεβηκότων τὴν λύσιν. ὅπου γὰρ ἁμαρτίας ἄφεσις, ἕψεταί που πάντως καὶ τὸ ἀπαλλάττεσθαι δεῖν τῶν δι’ αὐτὴν ἐπενηνεγμένων. οὐκοῦν ἐν σχήματι Θεοῦ τοῖς ἑστηκόσι
2 καὶ λειτουργοῦσιν αὐτῷ προστέταχεν ὁ μακάριος ἄγγελος ἀφαιρεῖν ἀπ᾿ αὐτῶν τὴν ῥυπῶσαν ἐσθῆτα, καὶ δὴ καί φησιν Ἰδοὺ ἀφῄρηκα τὰς ἀνομίας σου. εἶτα δεῖν ἔφη ποδήρη τε αὐτῷ καὶ κίδαριν ἐπὶ τὴν κεφαλὴν δοθῆναι κεκαθαρμένην, διὰ τούτου νοῶμεν ὡς ἀεί πὼς συντρέχει ταῖς τῶν λαῶν
καταστάσεσι καὶ τῆς ἱερωσύνης ἡ δόξα. καύχημα μὲν γὰρ 3 τοῖς ἱερουργοῖς ἡ τῶν ὑπὸ χεῖρα καθαρότης, καὶ ἐν λαμπροῖς αὐχήμασι τὸ τῆς ἱερωσύνης ἔχουσιν εὐκλεὲς, εὐδοκιμοῦντος 4 λαοῦ, καὶ ἀμωμήτως ἰόντος ἐπὶ τὸ Θεῷ δοκοῦν, καὶ τρυφερὸν ὑποφέροντος τοῖς παρ’ αὐτοῦ θεσπίσμασι τὸν τῆς διανοίας
αὐχένα, ταύτῃτοι καὶ εὐμενῆ καὶ φίλον ἔχοντι ὁρᾷ Θεόν. ἐπίκλημα δὲ καὶ μῶμος τῶν ὑπεζευγμένων ἡ ῥᾳθυμία καὶ τὸ ἀπερισκέπτως ἵεσθαι πρὸς τὸ πλημμελές. ὥσπερ γὰρ ἐν ἁμαρτίαις ὄντος τοῦ λαοῦ, ῥυπαρά πὼς ἦν καὶ τὰ τοῦ ἱερέως ἐσθήματα· οὕτως εἰ ὁρῷτο πάλιν εὐδόκιμος, καθαρὸν
ἔσται καὶ διαφανὲς τῆς ἱερωσύνης τὸ σχῆμα, καὶ ἐν πολλῇ 5 παρρησίᾳ τῆ παρὰ Θεῷ. καὶ γοῦν ὁ θεσπέσιος Παῦλος ἱερουργήσας τοῖς ἔθνεσι τὸ εὐαγγέλιον τοῦ Χριστοῦ, καὶ ταῖς εἰς τὸ ἄμεινον ἐπιδόσεσιν εὐδοκιμοῦντα βλέπων, καὶ βεβαίαν ἔχοντα τὴν ἐπ’ αὐτῷ πίστιν, ἐπιστέλλει λέγων
“Νὴ τὴν ὑμετέραν καύχησιν ἀδελφοὶ, ἢν ἔχω ἐν Χριστῷ 6 “Ἰησοῦ,” καὶ πάλιν “Χαρὰ καὶ στέφανός μου.”
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.