διηγημάτων ἔρχεται, πῶς οὐκ ἂν δίκαιον εἰπεῖν ἐπιμετρίως; τὴν δίκην μὲν γὰρ ὑφ’ ἥν εἰσιν, ἐπισκήπτει τοῖς λελυτρωμένοις, ἅτε δὴ τῆς θείας ἐντολῆς οὐ μετρίως ἠμεληκόσι, καὶ τῶν διὰ τοῦ πανσόφου Μωυσέως τεθεσπισμένων μένων ἀλογεῖν εἰωθόσι· καταδεδιττόμενος δὲ οὐ μετρίως αὐτοὺς, μεταφοιτᾶν
ἀναπείθει πρὸς τὸ δεῖν ἑλέσθαι μᾶλλον εὐδοκιμεῖν διὰ τῆς 1 εἰς πᾶν ὁτιοῦν εὐπειθείας καὶ ὑπακοῆς. προσεπάγει δὲ, ὅτι εἰ μή τινες εἶεν ἀγαθοὶ καὶ εὐήνιοι, καὶ τοῖς θείοις εἴκοντες νόμοις, πείσονται καὶ αὐτοὶ τῶν τοῖς πατράσι συμβεβηκότων 2 τὰ φορτικώτερα. κατευρύνων δὲ ὥσπερ τῆς παιδαγωγίας τοὺς λόγους, πειρᾶται διδάσκειν, τίνα μὲν ἦν πάλαι τὰ τῶν πατέρων ἐπιτηδεύματα, καὶ ἐπὶ τίσιν αὐτοῖς ὁ θεῖος ἐπέσταξε θυμὸς, τίνα δ’ αὖ διολώλασι τρόπον, καὶ μὴν καὶ ὅπως λελύτρωνται, καὶ τὸν τῆς αἰχμαλωσίας ἀπολυσάμενοι ζυγὸν,
3 ἀνεκομίσθησαν εἰς τὴν Ἰουδαίαν· προσεπάγει δὲ τούτοις, ὅτι, καθάπερ ἔφην ἀρτίως, πείσονται τὰ χείρω τῆς τῶν πατέρων ἀφιλοθεΐας κατ’ ἴχνος ἰέναι σπουδάζοντες. διαμέμνηται δὲ πανταχῆ τῆς διὰ Χριστοῦ λυτρώσεως ἐσομένης κατὰ καιροὺς, καὶ τὸ ἐπ’ αὐτῷ μυστήριον διὰ πολλῶν ἡμῖν
ἀναγράφει τρόπων.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.