ὑπόθεσις τοῖς ἐπὶ τῆς γῆς τοῦ Σωτῆρος ἡ παρουσία. τέρπεσθαι γὰρ καὶ εὐφραίνεσθαι προστέταχεν ἀναγκαίως τὴν 1 2 3 Tim. iii 15 νοητὴν Σιῶν, ‘‘ἥτις ἐστὶν Ἐκκλησία Θεοῦ ζῶντος,” ἤγουν καὶ αὐτὴ τῶν διὰ πίστεως σεσωσμένων ἡ ἱερωτάτη πληθύς. κατεπηγγέλλετο δὲ, ὅτι καὶ ἥξει καὶ ἔσται δὴ πάντως ἐν 4 μέσῳ αὐτῆς. ἡμῖν γάρ φησιν ὁ θεσπέσιος Ἰωάννης “Ἐν “τῷ κόσμῳ ἦν,” καὶ τῶν ἑαυτοῦ κτισμάτων οὐκ ἀπενοσφίζετο
Θεὸς ὢν ὁ Λόγος, ἀλλ’ ἦν αὐτὸς ὁ ζωοποιῶν τὰ ζωῆς μέτοχα, καὶ συνέχων τὰ πάντα πρὸς τὸ εὖ εἶναι καὶ ζῆν· 5 ἀλλ’ “ὁ κόσμος αὐτὸν οὐκ ἔγνω·” προσκεκύνηκε γὰρ παρ 6 αὐτὸν τῇ κτίσει. γέγονε δὲ μεθ’ ἡμῶν, ὅτε τὴν καθ’ ἡμᾶς ὁμοίωσιν ἀναλαβὼν, διὰ τῆς ἁγίας παρθένου ἐγεννήθη· τότε
7 καὶ “Ἐπὶ γῆς ὤφθη καὶ τοῖς ἀνθρώποις συνανεστράφη·” 8 καὶ μαρτυρήσει λέγων ὁ θεσπέσιος Δαυείδ “Ὁ Θεὸς ἐμ- “φανῶς ἥξει, ὁ Θεὸς ἡμῶν, καὶ οὐ παρασιωπήσεται·” τότε γέγονε καὶ καταφυγὴ τοῖς ἔθνεσιν. οὐδὲ γὰρ ἔτι μόνον τὸ ἐξ Ἰσραὴλ ἐπαιδεύετο γένος, διὰ τῆς ἀρχαίας ἐκείνης ἐντολῆς·
κατεχρυσοῦτο δὲ μᾶλλον τοῖς εὐαγγελικοῖς κηρύγ- 9 μασιν ἡ ὑπ’ οὐρανὸν, καὶ γέγονεν ἐν ἔθνει παντὶ καὶ πάση δὲ χώρᾳ “μέγα τὸ ὄνομα αὐτοῦ.” αὐτὸς γὰρ ἦν ἢ 10 “προσδοκία τῶν ἐθνῶν,” κατὰ τὴν τοῦ προφήτου φωνὴν, καὶ αὐτῷ “κάμψει πᾶν γόνυ, ἐπουρανίων καὶ ἐπιγείων καὶ
“καταχθονίων, καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται, ὅτι Κύριος “ριος Ἰησοῦς Χριστὸς εἰς δόξαν Θεοῦ Πατρός.” γὰρ διὰ πίστεως ἐπ’ αὐτὸν, καὶ σὺν αὐτῷ κατῳκήκασιν ἐν τῇ ἁγίᾳ καὶ νοητῇ Σιῶν, οἱ ἐκ περάτων τῆς 11 γῆς, ἐγνώκασί τε σαφῶς, ὅτι “Οὕτως ἠγάπησεν ὁ Θεὸς
12 “τὸν κόσμον, ὥστε τὸν υἱὸν αὐτοῦ τὸν μονογενῆ δέδωκεν, “ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται, ἀλλ’ ἔχη ζωὴν “αἰώνιον.” ἐξαπέστειλε γὰρ ἡμῖν ἐξ οὐρανοῦ τὸν Υἱὸν ὁ 13 Πατὴρ, Σωτῆρα καὶ λυτρωτὴν, ἵνα πιστεύσαντες εἰς αὐτὸν, ἐν αὐτῷ τὸν Πατέρα θαυμάσωμεν καὶ ὡς εἰκόνα βλέποντες ἀκριβῆ τοῦ γεγεννηκότος τὸν ἐξ αὐτοῦ κατὰ φύσιν, ἐννοῶμεν τὸ ἀρχέτυπον. τότε δὴ τότε καὶ κλῆρος γέγονεν Ἰούδας
Χριστοῦ, τουτέστι, πᾶς ὁ ἐξομολογούμενός τε καὶ δοξολογῶν αὐτόν· ἐξομολόγησις γὰρ Ἰούδας ἑρμηνεύεται· ὡς γὰρ ὁ Παῦλός φησιν “Οὐχ ὁ ἐν τῷ φανερῷ Ἰουδαῖος, οὐδὲ ἡ ἐν 14 “τῷ φανερῷ ἐν σαρκὶ περιτομὴ, ἀλλ’ ὁ ἐν τῷ κρυπτῷ 15 “Ἰουδαῖός ἐστι, καὶ περιτομὴ καρδίας ἐν πνεύματι, οὐ γράμ-
“ματι, οὗ ὁ ἔπαινος οὐκ ἐξ ἀνθρώπων, ἀλλ’ ἐκ Θεοῦ. ὅσοι τοιγαροῦν τὴν ἐν πνεύματι περιτομὴν διὰ Χριστοῦ κλῆρος αυτου γεγόναμεν ἐπὶ τὴν γῆν τὴν αγιαν, ἵνα τὴν ἄνω νοῶμεν πόλιν, τὴν νοητὴν Ἱερουσαλὴμ, “ἧς τεχνί- 16 “της καὶ δημιουργὸς ὁ Θεὸς,” ὁ φίλην τε αὐτὴν καὶ αἱρετὴν
ποιούμενος. αἰρετιεῖ γάρ φησιν ἔτι τὴν Ἰερουσαλήμ. οὐκ ἀπίθανον δὲ πάλιν εἴπερ ἕλοιτό τις Ἱερουσαλὴμ οἴεσθαι καὶ νῦν ὠνομάσθαι τὴν Ἐκκλησίαν, ἢν καὶ Θεοῦ πόλιν ἀποκαλεῖ 17 λέγων ὁ θεσπέσιος Δαυείδ “Καθάπερ ἠκούσαμεν, 18 “οὕτω εἴδομεν ἐν πόλει Κυρίου τῶν δυνάμεων, ἐν πόλει τοῦ
“Θεου ἡμῶν.”
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.