παντελῶς. οἶκοί τε γὰρ ἦσαν ἐμπεπρησμένοι καὶ μονονουχὶ τῆς Βαβυλωνίων ὠμότητος κατακεκραγότες, καὶ αὐτὰ δὲ τὰ τῶν πόλεων σχήματα κατηφανισμένα καὶ ἀνατετραμμένα 1 παντελῶς. εὐαριθμήτων δὲ κομιδῇ κατοικούντων, ἄνδρα μὲν οὐκ ἦν λαμπρὸν, ἢ καὶ ἑτέρως ἐπίσημον ἰδεῖν, ἀλλ’ οὐδὲ ἐν εὐπαθείᾳ ὄντας τινὰς, κατηφεῖς δὲ ἅπαντας, λιμῷ καὶ πενίᾳ κατηχθισμένους. τούτων ἁπάντων ἔσεσθαι πέρας 2
ἐπαγγέλλεται. διαχυθήσονται γάρ φησι πόλεις ἐν ἀγαθοῖς, τουτέστιν, ἐν ταῖς ἀρχαίαις εὐημερίαις ἔσονται, καὶ παρακειμένων αὐταῖς τῶν εἰς ἀφθονίαν ἀγαθῶν, μεταβαλοῦσι τὴν ὄψιν, καὶ ἀναδραμοῦνται πάλιν ἐν τοῖς κατ’ εὐχήν. ἐλεήσει γὰρ κύριος ἔτι τὴν Σιῶν καὶ αἱρετιεῖ ἔτι τὴν Ἱερουσαλήμ.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.