ὑπονοστοῦντος εἰς αὐτὴν, διάτοι τοῦ πάλιν ἀξιῶσαι φειδοῦς καὶ ἀγάπης, καὶ ἀμνησικάκως ἀνεῖναί οἱ τὰ ἐγκλήματα. ὑπισχνεῖται γὰρ καὶ τὸν οἶκον ἐγείρειν, καὶ εὐμηκεστάτην ἀποφαίνειν τὴν Ἱερουσαλήμ. ἐμπέπρηστο μὲν γὰρ ὁ ναὸς, καθῄρηντο δὲ καὶ αὐτὰ τὰ τῆς πόλεως τείχη, ὡς ὀλίγην καὶ
συνεσταλμένην ὁρᾶσθαι παντελῶς, καὶ εὐαριθμήτους ἔχειν τοὺς οἰκήτορας. ἀλλ’, ὡς ἔφην ἀρτίως, ἀνακομίζειν αὐτὴν 2 3 ἐπαγγέλλεται πρὸς τὸ ἐν ἀρχαῖς, ὃ δὴ καὶ τετέλεστο, Κύρου μὲν ἀνέντος τῆς αἰχμαλωσίας, Δαρείου γενὴν καὶ αὐτὸν ἀναδείμασθαι προστάττοντος τὸν ναὸν, ἐφιέντος τε καὶ αὐτὴν τοῖς τείχεσιν ὀχυροῦν τὴν πόλιν.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.