“δίας αὐτῶν, καθὰ γέγραπται, καὶ οὐκ ἀπὸ στόματος “Κυρίου.” οὗτοι ψευδοεποῦντες ἔφασκον, ὡς οὐκ ἃν ἁλοίη 2 ποτὲ παρ’ ἐχθρῶν ἡ ἁγία πόλις, οὐδ’ ἃν γένοιτό ποτε τοῖς ἐθέλουσι καταδῃοῦν εὐκαταμάχητος ὁ ’Ισραήλ· ἀλλ’ ἐρηρεισμένην ἕξει τὴν εὐημερίαν, καὶ ἐν ἀκλονήτοις κείσεται
τρυφαῖς, Θεοῦ προασπίζοντος, καὶ τὸ ἀπόλεκτον ἀεὶ τιμῶντός τε καὶ ἀγαπῶντος γένος. ἔφασκον δὲ τὰ τοιαῦτα, καθάπερ ἔφην ἀρτίως, ψευδηγοροῦντες οἱ τάλανες, καὶ ῥᾴθυμον ὄντα τὸν Ἰσραὴλ ὑπτιοῦντες ἔτι, καίτοι δέον ἀναπείθειν ἐκμειλίσσεσθαι Θεὸν, καὶ τὰ ἐφ’ οἷς λελύπηται ῥιπτοῦντας
3 ὡς ἀπωτάτω, μεταφοιτᾶν ἑλέσθαι πρὸς τὸ αὐτῷ δοκοῦν. ἀλλ’ ὀλίγος ἐκείνοις τῆς ἀληθείας ὁ λόγος, λημματίων δὲ σμικρῶν καὶ εὐτελεστάτων ἡττώμενοι, πεπλανήκασι τὸν ’Ισραήλ. καὶ γοῦν ὁ μὲν προφήτης Ἱερεμίας κατῃτιᾶτο λίαν 4 αὐτοὺς, οὕτω λέγων “Ὁ ὣν κύριε, ἰδοὺ οἱ προφῆται αὐτῶν
“προφητεύουσι καὶ λέγουσιν οὐκ ὄψεσθε μάχαιραν, καὶ 5 “ λιμὸς οὐκ ἔσται ἐν ὑμῖν, ὅτι ἀλήθειαν καὶ εἰρήνην δώσω “ ἐπὶ τῆς γῆς καὶ ἐν τῷ τόπῳ ” Θεὸς δὲ πρὸς ταῦτα 6 “ ψευδῆ οἱ προφῆται προφητεύουσιν ἐπὶ τῷ ὀνόματί μου· εἰ οὐκ ἀπέστειλα αὐτοὺς, καὶ οὐκ ἐνετειλάμην αὐτοῖς, καὶ οὐκ
“ ἐλάλησα πρὸς αὐτοὺς, ὅτι ὁράσεις ψευδεῖς καὶ μαντείας “ καὶ οἰωνίσματα καὶ προαιρέσεις καρδίας αὐτῶν αὐτοὶ προ- “ Φητεύουσιν ὑμῖν.” καὶ μὴν καὶ ἑτέρωθι πάλιν φησίν Ουκ ἀπέστελλον τοὺς προφήτας, καὶ αὐτοὶ ἔτρεχον οὐδὲ 7 “ ἐλάλησα πρὸς αὐτοὺς, καὶ αὐτοὶ προεθήτευον.” πεπλάνηται
νηται τοίνυν, ὡς ἔφην, ὁ Ἰσραὴλ, τοῖς τῶν ψευδομάντεων φενακισμοῖς ἀσυνέτως συνηρπασμένος. ἀλλ’ οὐκ ἂν ἥλω 8 ποτὲ παρ’ ἐχθρῶν, καὶ τῆς οὕτω πικρᾶς καὶ φορτικωτάτης δουλείας ἐπειρᾶτο, τοῖς παρὰ Θεοῦ προφήταις τὸν νοῦν ἐπιδοὺς, οἳ καὶ συμβήσεσθαι τὰ τοιάδε προαπήγγελλον αὺτοῖς,
τοῖς, καὶ διαρρήδην ἔφασκον, ὅτι πάντως εἰς πεῖραν ἐνχθήσονται κακοῦ, μὴ οὐχὶ δρᾶν ᾑρημένοι τὰ θυμήρη Θεῷ. ταύτῃτοι καλεῖ πρὸς ἀνάμνησιν τῶν τε ἀνοσίων ψευδοπρο- φητῶν καὶ τῶν πεφενακισμένων μένων καί φησιν Οἱ πατέρες ὑμῶν που εἰσι καὶ οἱ προφηται μὴ τὸν αιωνα ςησονται; ὅμοιον ὡς
εἰ λέγοι Ἀπολώλασιν οἱ πατὲρες ὑμῶν, καὶ τοῦτο οἰκτρῶς, ἐν 9 αἰχμαλωσίᾳ, καὶ σὺν αὐτοῖς οἱ ψευδοεπεῖς καὶ πεπλανηκότες, οἱ τὸ τῆς προφητείας ὄνομα καὶ χρῆμα καπηλεύοντες. ἀλλ’ εἴπερ ἔζων ἔτι, τάχα που βελτίους ὑμᾶς ἀπέφηναν ἀεὶ κα- τοιμώζοντες ἐπὶ τοῖς συμβεβηκόσι, καὶ τῶν παρ’ αὐτοῖς
γεγονότων ψευδοπροφητῶν οὐ μετρίαν ποιούμενοι τὴν κατα- βοήν. ἀλλ’ ἐκεῖνοι μὲν ῥᾳστώνης τε ὁμοῦ καὶ ἀπειθείας ὀψώνιον, τὸ συνδιολέσθαι τοῖς ἠπατηκόσιν ἐσχήκασιν, ὑμεῖς δὲ τοὺς τῶν ἁγίων προφητῶν παραδέχεσθε λόγους, καὶ τὰ 10 δι’ αὐτῶν θεσπίσματα ποιεῖσθε περὶ πολλοῦ. αὐτοὶ γὰρ
λελαλήκασι καὶ τοῖς πρὸ ὑμῶν, ὅτι παρατέτακται Κύριος τοῦ ποιῆσαι, δῆλον δὲ ὅτι τὴν αἰχμαλωσίαν καὶ τὰς ἐν 11 αὐτῇ συμβησομένας ταλαιπωρίας. διήλεγχον δὲ λέγοντες ἀναφανδὸν, ὅτι κατὰ τὰς ὁδοὺς ὑμῶν καὶ τὰ ἐπιτηδεύματα ὑμῶν, οὕτως ἐποίησεν ὑμῖν. κολάζει γὰρ οὐ μάτην ὁ τῶν ὅλων Θεὸς, οὔτε μὴν ἀβασάνιστον τὴν ἐφ’ ὁτῳοῦν ποιεῖται 12 ψῆφον ἡ θεία τε καὶ ἀπλανὴς καὶ δικαιοτάτη κρίσις· ἀνεξικακήσασα
δὲ ὑπεραμέτρως, τότε δὴ τότε ταλαντεύει τοῖς ἡμαρτηκόσι τὰ αὐτοῖς ὅτι μάλιστα πρεπωδέστατα.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.