εἴπερ ἕλοιτο μυσταγωγεῖν ἐπὶ τὸ Χριστοῦ μυστήριον. ἐπειδὴ γὰρ ἀπεκτόνασι τοὺς προφήτας, καὶ αὐτὸν δὲ “τὸν 1 “κύριον τῆς δόξης ἐσταύρωσαν,’’ ἑάλωσαν καὶ πεπόρθηνται. 2 κατεσείσθη δὲ καὶ αὐτὸς ὁ διαβόητος νεὼς, καὶ πεπλήρωται λοιπὸν ἐπ’ αὐτοῖς τὸ διὰ φωνῆς ’Ωσηέ “Διότι ἡμέρας πολ- 3
“Λὰς καθίσονται οἱ υἱοὶ Ἰσραὴλ, οὐκ ὄντος βασιλέως οὐδὲ “ὄντος ἄρχοντος, οὐκ οὔσης θυσίας οὐδὲ ὄντος θυσιαστη- “ῥίου, οὔτε ἱερατείας, οὔτε δήλων.” ὅτι δέ εἰσιν αἰχμάλωτοι, καὶ ὑπὸ χεῖρα τέως διαβολικὴν προσκεκρουκότες Θεῷ, καὶ ἀπερριμμένοι, καὶ ἁπάσης ἔξω φειδοῦς τῆς ἄνωθεν γεγονότες, 4 πῶς ἃν ἐνδοιάσειέ τις; εἰ δὲ δὴ λυτρωθεῖεν κατὰ καιροὺς, 5 προσηκάμενοι τὴν πίστιν, καὶ Χριστὸν ἐπιγραψάμενοι Θεόν τε καὶ βασιλέα καὶ κύριον, τότε δὴ τότε, καὶ μάλα εἰκότως, σοφὴν ἄν τις ἐπ’ αὐτοῖς ποιήσαιτο τὴν παραίνεσιν, ἐπὶ καιροῦ ταῦτα λέγων ’Ωργίσθη Κύριος ἐπὶ τοὺς πατέρας ὑμῶν
ὀργὴν μεγάλην.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.