τῆς Ἰδουμαίας ποιεῖσθαι προστέταχε τὴν περιοχὴν, ἤτοι τὴν πολιορκίαν. προστέταχε δὲ οὐχὶ πάντως ἐναργῶς, ἀλλ’ οἷον διανιστὰς ὡς Θεὸς, καὶ καταθήγων ἐπ’ αὐτοὺς, ἃ καὶ τοῖς θείοις ἀναπεπεισμένα νεύμασι προτροπάδην ἀλλήλοις μονονουχὶ διακεκραγότα φασίν Ἀνάστητε καὶ ἐξαναστῶμεν ἐπ’
αὐτὴν εἰς πόλεμον. συνεισβεβλήκασι γὰρ τοῖς ἐξ Ἰσραὴλ 1 καταδῃοῦσι τὴν Ἰδουμαίαν καὶ τὰ περίοικα τῶν ἐθνῶν.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.