ἐφησθῆναι κάμνουσιν ἀδελφοῖς, καὶ δυμησίας ἀφορμὴν τὰς τῶν ἑτέρων ποιεῖσθαι συμφορὰς, καίτοι τῆς θείας λεγούσης γραφῆς, μὴ δεῖν ὅλως ἐπιμειδιᾶν τοῖς κάμνουσιν. ἐν δὲ καὶ τῷ μὴ ἐπιχαρῇς καὶ τοῖς λοιποῖς, ἀπαριθμεῖται δὴ πάλιν τὰ τοῦ ῾ Ιδομαίου ἐγκλήματα, σκληρὸν καὶ ἀφιλοικτίρμονα γεγονότα
δεικνύων, καὶ τοῦτο εἰς ἀδελφούς. μὴ γὰρ δή φησιν ἐν ἴσῳ τοῖς Ἀσσυρίοις εἴσω καὶ αὐτὸς ἐπείγου πυλῶν, οὐ 2 χεῖρα τὴν ἐπαμύνουσαν εἰσφέρων, ὡς ἀδελφοῖς, καταδῃώσων δὲ μᾶλλον. καὶ μὴ ἐπίδης συναγωγὴν ἀθλίως ἀθλίως ὀλοθρευομένην· μήτε μὴν ἐπιφορτίσῃς τοῖς παρὰ σοῦ σφόδρα κατηχθισμένοις·
νοῖς· μήτε μὴν τοῖς φεύγουσιν ἕσο πάγη, τηρῶν τὰς διεκβολὰς καὶ βρόχους ἱστὰς, ὡς ἂν μηδεὶς ἀνασώζοιτο ταῖς σαῖς ἐναλοὺς ἀφιλοστοργίαις, κἂν εἰ τὸ τῶν δυσμενῶν δία. δράμῃ ξίφος. πανταχῆ δὲ ὁ λόγος τῆς Ἰδουμαίων ἀπανθρωπίας κατηγορεῖ, ἵνα δὴ πάλιν ὅσιόν τε καὶ ἀνεπίληπτον
3 ἀληθῶς τὸ θεῖον ὁρῷτο κρῖμα, κολαζομένων μένων ἐν δίκῃ τῶν ἐκεῖνα πεπλημμεληκότων.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.