τὰς ἐκ πηλοῦ δηλονότι, πλὴν ὀχυρωτάτας· ὀπτωμένη γὰρ ἡ πλίνθος ἀναγκαιοτάτη πρὸς ἔργα, καὶ οὐκ ἂν ἔχοι τὸ εὐδιάθρυπτον. συμπάτει δὴ οὖν φησιν ἐν ἀχύροις, ἐργάζου καὶ πλίνθους. γενοῦ δὴ οὕτως ἰταμὸς καὶ ἀτεράμων εἰς μάχην, καθάπερ ἀμέλει καὶ ἡ πλίνθος αὐτή· ἔση γὰρ καὶ οὕτως εὐάλωτος,
καὶ ἄθραυστος μὲν οὐδαμῶς, εὔκολος δὲ λίαν τοῖς 2 κατασείειν εἰδόσι, καὶ τῆς σῆς σκληρότητος ἀλκιμωτέραν ἔχουσι τὴν ὁρμὴν.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.