παροχετεύοντες ποταμοὺς, καὶ ὑδάτων ἐμπιπλῶντες, καὶ τελμάτων ἔμπλεω ποιοῦντες τὴν γῆν. ἀλλ’ ἦσαν καὶ τῶν τοιούτων ἐγχειρημάτων ἀμείνους οἱ μαχόμενοι, μᾶλλον δὲ ἡ θέλησις τοῦ παραδιδόντος Θεοῦ. ὅτι τοίνυν οὐδὲν ἔσται καὶ τοῦτο αὐτοῖς τὸ σπούδασμα, δείκνυσι λέγων Ὕδωρ περιοχῆς
ἐπισπασαι σεαυτῇ. δοκεῖ δέ τισιν ὕδωρ ἐνθάδε νοεῖν τὸ ἐπισπώμενον, τὴν τῶν ἐπικεκλημένων ἐθνῶν εἰς ἐπικουρίαν 2 ἄθροισιν ἢ πληθύν. βαδιεῖται γὰρ καὶ οὕτως ἡμῖν ὁ λόγος 3 οὐκ ἀπὸ σκοποῦ, ὕδατα γὰρ πολλαχῆ ἡ τῶν ἐθνῶν ὠνόμασται πληθύς.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.