τε ἡμᾶς ἥκιστα μὲν ἐφ’ ἑαυτοῖς, ἐπὶ Θεῷ δὲ μᾶλλον τῷ σώζοντι, καὶ μὴ ταῖς ἐξ ἀνθρώπων ἐπικουρίαις μεγαλαυχεῖν, μήτε μὴν οἴεσθαι διεκνεύειν δύνασθαι τὴν ὀργὴν, εἰ δὴ παροτρύνοιτο Θεός. ἀπαλλάξει γὰρ οὐδεὶς θορύβου καὶ κακῶν, τὸν ᾧπερ ἂν ἐπιμηνίσειεν ὁ τῶν ὅλων κύριος. καὶ σοφὸς
ἦν λίαν ὁ θεσπέσιος Δαυεὶδ ψάλλων τε καὶ λέγων “Οὐκ 1 “ἐπὶ ἐπὶ τῷ τόξῳ μου ἐλπιῶ, καὶ ὁ βραχίων μου οὐ σώσει με.” 2 “Ποιήσομαι γὰρ δύναμιν ἐν Θεῷ” κατά γε τὴν αὐτοῦ πάλιν 3 φωνήν.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.