μήτε μὴν ἐπαΐειν ἐθέλειν λέγοντος τοῦ Χριστοῦ “Ἐγώ εἰμι 2 “τὸ φῶς τοῦ κόσμου.” καὶ πάλιν “Ἕως τὸ φῶς ἔχετε, “περιπατεῖτε περιπατεῖτε ἐν τῷ φωτὶ, ἵνα μὴ σκοτία ὑμᾶς καταλάβῃ.” μέθη δ’ ἃν νοοῖτο καὶ σκότος εἰς νοῦν καὶ νὺξ εἰς καρδίαν ἡ τοῦ συμφέροντος ἀγνωσία, καὶ τὸ μηδαμόθεν δύνασθαι
κατιδεῖν τὴν τῆς σωτηρίας ὁδόν. ὅτι δὲ καὶ σεσάλευται, καὶ πρὸς τὰ τῆς δικαιοσύνης ἔργα τὸ ἐρηρεισμένον οὐκ ἔχει, πῶς ἂν ἢ πόθεν ἐνδοιάσειέ τις; ἐκπέπτωκε γὰρ τῆς τῶν 3 ὅλων κρηπῖδος, καὶ τὸν ἀρραγῆ θεμέλιον οὐκ ἔχει, τουτέστι Χριστόν. παρεώραται δὲ καὶ τοῖς ἐχθροῖς δέδοται, ἢ ‘Ρωμαίοις
τυχὸν, ἤγουν τοῖς εἰς πᾶν ὁτιοῦν κατακομιοῦσι τῶν παθῶν, φημὶ δὴ τοῖς ἀκαθάρτοις πνεύμασι. Χριστὸς οὖν ἄρα, καὶ πίστις ἡ εἰς αὐτὸν, παντὸς ἡμᾶς ἀπαλλάξει κακοῦ, καὶ τῆς τῶν ἐχθρῶν δυστροπίας ἀποτελέσει κρείττονας, καὶ ἐν ὀφθαλμοῖς ἵστησι τοῦ Θεοῦ. 4
περιόψεται γὰρ οὐδαμῶς τοὺς ἀγαπῶντας αὐτόν.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.