κατεξανίστησιν αὐτῆς Πέρσας τε καὶ Μήδους, κατασημαίνει πάλιν. τῷ δὲ δὴ πάντων κατεξουσιάζοντι Θεῷ καὶ τῷ τῶν 1 ὅλων ἔχοντι κράτος, τίς ὁ ἀντεξάγων, εἰ πολεμεῖν ἕλοιτό τισιν; εἶτά φησιν ὅτι καὶ ἀποκαλύψω τὰ ὀπίσω σου ἐπὶ τὸ πρόσωπόν σου. γέγονε δὲ πάλιν ὁ λόγος ὡς ἐπὶ γυναικὸς
ἑταιριζομένης, ἢ ὅσον μὲν ἧκεν εἰς πρόσωπον καὶ τὸν ἔξωθεν ὡραισμὸν, ἀξιέραστος εἶναι τοῖς ὁρῶσι δοκεῖ· εἰ δὲ δὴ πάθοι τὴν ἀπαμφίεσιν καὶ τοῦ κόσμου τὴν ἀπόθεσιν, γυμνῷ δὴ πάντως ἀσχημονήσει τῷ σώματι, τῶν μορίων τὸ ἀκαλλὲς ἀκρύπτως ἐκφαίνουσα. ἀποκαλύψω δὴ οὖν φησι τὰ ὀπίσω 2 σου, τουτέστι, πᾶν ὅσον ἐστὶν ἄσχημον ἐν σοὶ, καὶ πρό γε 3 τῶν ἄλλων παραδείξω σοι. τὸ γὰρ εἰς πρόσωπόν σου, τί ἕτερον ἡμῖν ἢ τουτὶ δὴ πάντως ὑπεμφήνειεν ἄν; αποκαλύψειν δὲ οὐδὲν ἧττον ἔθνεσί τε καὶ βασιλείαις τὴν ἀτιμίαν αὐτῆς διαρρήδην ἔφη. ἐδόκει μὲν γὰρ ὡραία τις εἶναι καὶ
ἀξιέραστος ἡ Νινευῒ ταῖς τῶν μάγων τέχναις καὶ τὴν κατὰ πάντων ἀρχὴν καὶ δυναστείαν ἁρπάζουσα, εὐσθενής τε ἄγαν καὶ ἀμαχεὶ παρὰ πάντων λαβοῦσα τὸ νικᾶν. ἐπειδὴ δὲ ἥλω καὶ πέπτωκεν, ἀσχήμων καὶ ἀτερπὴς 4 παρά γε τοῖς αὐτὴν εἰδόσι κατεφαίνετο, οἳ καὶ βδελυρὰν
ἡγοῦντο λοιπὸν, κατεγνωκότες που πάντως, ὡς μεγαλαυχήσασαν μὲν ἐπὶ μηδενὶ, ἐπιθαρσήσασαν δὲ μάτην ταῖς ἐκ μάγων ἐπικουρίαις, μᾶλλον δὲ φενακισμοῖς καὶ ἀπάταις. διεβεβαιοῦτο δὲ ὅτι καὶ τεθήσεται εἰς παράδειγμα, ὡς ἐρούντων ἐσθ’ ὅτε τινῶν, εἰ δὴ διόλοιτο πόλις ἢ χώρα, πεπόρθηταί
τε καὶ πέπτωκε, καθὰ καὶ ἡ ταλαίπωρος Νινευΐ.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.