εἰ λέγοιτο περὶ τῆς Νινευΐ Πίρνη καλὴ καὶ ἐπίχαρις, οὐ πρὸς ἐπαίνου μᾶλλον αὐτῇ τὸ χρῆμα ἔσται, πολλοῦ γε καὶ δεῖ, 1 χαλεπωτέραν δὲ μᾶλλον τὴν κατάρρησιν ἀπεργάσεται. γύναια γὰρ τὰ ἑταιριζόμενα τότε δὴ μάλιστα δοκοῦσι πολὺ τὸ ἐπίχαρι μελετᾶν, ὅτε φαίνοιντό γε στωμύλα τε καὶ
κομψοεπῆ. τοιαύτη καὶ ἡ Νινευῒ, τεχνῖτις εἰς καὶ οὐκ ἀνικάνως ἔχουσα πόλεις τε καὶ χώρας ἑλεῖν, καὶ ἀναπεῖσαι φρονεῖν τὰ αὐτῇ δοκοῦντα καὶ φίλα. ταῦτα δὲ ἦν γοητεῖαί τε καὶ ψευδομαντεῖαι καὶ βέβηλοι τελεταὶ καὶ τὰ εἰδώλων παίγνια. καθίκετο γὰρ εἰς τοῦτο ληρωδίας, ὡς
2 ἐν εὐκλείας λόγῳ ποιεῖσθαι τὸ καὶ ἤδη δοκεῖν ἡγεῖσθαι φαρμάκων, αὔχημά τε ποιεῖσθαι τὰ οὕτως αἰσχρὰ καὶ τὴν ἐσχάτην λαχόντα καταβοήν. ἔθος δὲ ἦν τῶν ἐν αὐτῇ τισιν ἔθνη τε καὶ χώρας καταπωλεῖν ἐν τοῖς φαρμάκοις αὐτῶν. πῶς δὲ ἢ τίνα τρόπον, ἐροῦμεν ὡς ἔνι. ἔθος ἦν Ἀσσυρίοις
πολεμεῖν ἐθέλουσι καὶ ὅπλα κινοῦσι καθ’ ἑτέρων, ταῖς τῶν μάγων τέχναις προαναμανθάνειν ἐπείγεσθαι τὰ ἐσόμενα, οἳ καὶ τὰς ἐκ βασιλέως τιμὰς ὑποτρέχοντες, κατευμεγεθεῖν πολέμου παντὸς ἐκέλευον, καὶ τοῖς σφῶν ἐπιτηδεύμασι προαπονευροῦν ἐψεύδοντο τοὺς ἀνθεστηκότας. ὁποῖόν τι πράτ-
3 τειν ἤθελεν ὁ Βαλὰκ, ὁ Μωαβιτῶν βασιλεύς. κατεμισθοῦτο 4 γὰρ τὸν ἀλιτήριον Βαλαὰμ καὶ δὴ καὶ εἰς ὄρος ἀνεκόμιζε “λέγων Δεῦρο κατάρασαί μοι τὸν Ἰσραήλ.” ᾤοντο γὰρ, ὅτι ταῖς τῶν μάγων ἀραῖς ἀκολουθήσει τὰ πράγματα. πορνείαν
δὴ οὖν ἐν τούτοις τὴν γοητικήν τε καὶ μάγον ὀνομάζει τέχνην, δι’ ἧς κατεπώλουν ἔθνη καὶ φυλὰς οἱ ταῦτα σοφοὶ, ἀεὶ τὸ κρατήσειν ὑπισχνούμενοι τοῖς προσάγουσι μισθούς.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.