αὐτοῖς. οὐκ ἔτι δὴ οὖν ψηλαφηθήσεται θήρω αὐτοῖς φησὶ, τουτέστιν οὐκ ἂν ἔτι θηρεύσειαν καθὰ καὶ πάλαι τινὲς, ἤγουν τὰ ἑτέρων εἰς ἑαυτοὺς διαρπάζοντες, οὐδ’ ἂν γένοιντο πάγη καὶ βρόχος τοῖς ἀσθενεστέροις, φροντίδος αὐτοῖς ἑτέρας ἐπεισπεσούσης, καὶ τοῦ περὶ τῶν ἐσχάτων ἀγῶνος
ἐπηρτημένου. ἔσται γὰρ ἐν αὐτῇ φωνὴ μαστίγων. καί 2 μοι πάλιν ὁ Προφήτης δοκεῖ τὴν ἐκ τοῦ πολέμου τύρβην, οἷον ἐν ὄψει κειμένην, ἀφηγεῖσθαι σαφῶς. ὁρᾷ γὰρ ὥσπερ ἱπποκροτουμένην μὲν τὴν πόλιν, καὶ τοῖς τροχοῖς τῶν ἁρμάτων κατακτυπουμένην, καὶ παντευχίαις λαμπραῖς ἐναστράπτοντας
τοὺς καταδῃοῦντας αὐτὴν, καὶ ἀριθμοῦ κρείττονας τοὺς διολωλότας, οἴκους τε τοὺς ἐν αὐτῇ κατασεσεισμένους· μέμνηται γὰρ καὶ βαρείας πτώσεως. κατατέθηπε δὲ, ὅτι πλείστη μὲν ὅση τῶν ἐν αὐτῇ συναγηγερμένων ἐθνῶν ἡ d πληθὺς, πάντες δὲ ἄνανδροι καὶ τὸ ἄναλκι νοσοῦντες ἐκτόπως,
καὶ πολὺ λίαν εὔκολοι πρὸς δειλίαν. καὶ τὴν αἰτίαν εὐθὺς ἀποδίδωσι, λέγων ὅτι ἀσθενήσουσιν ἐν τοῖς σώμασιν αὐτῶν ἀπὸ πλήθους πορνείας. ἐπειδὴ γὰρ φαῦλοι γεγόνασι καὶ πονηροὶ τοὺς τρόπους, καὶ προσέτι καὶ εἰδωλολάτραι, καὶ εἰς πλάνησιν ἐκτόπως ἀπονενευκότες, ταύτῃτοι δικαίως ἀσθενεῖς
ἔσονται καὶ περιδεεῖς, καὶ οὐδ’ ὅσον εἰπεῖν κἂν γοῦν ἐννοῆσαι μόνον ἀνασχόμενοι τὴν ἀντίστασιν.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.