“καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμένους πρὸς αὐτήν. ἔφη 2 δέ που καὶ διὰ φωνῆς προφητῶν “Οὐαὶ αὐτοῖς ὅτι ἀπεπή- “δησαν ἀπ’ ἐμοῦ· δείλαιοί εἰσιν, ὅτι ἠσέβησαν εἰς ἐμέ· 3 “ἐγὼ ἐγὼ ἐλυτρωσάμην αὐτοὺς, αὐτοὶ δὲ κατελάλησαν κατ’ 4 “ἐμοῦ ἐμοῦ ψευδῆ.” κατειρήκασι γὰρ τῆς δόξης Χριστοῦ, ποτὲ
μὲν λέγοντες ἐν Βεελζεβοὺλ ἐκβάλλειν αὐτὸν τὰ δαιμόνια· ποτὲ δὲ κάτοινον ὀνομάζοντες, Σαμαρείτην τε πρὸς τούτῳ, καὶ τὰ πολὺ λίαν αἰσχίονα. ταῖς γὰρ ἐκείνων ἀθυροστομίαις πρέποι ἂν καὶ μόναις ἐκεῖνα ληρεῖν, ἃ καὶ φάναι τετολμήκασιν.
5
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.