“χεῖρα τὴν ὑψηλὴν τίς ἀποστρέψει;” κατὰ τὸ γεγραμμένον. ἐκκαύσειν γεμὴν ἐν καπνῷ τὸ πλῆθος αὐτῆς φησὶν, ἵνα τι 2 τοιοῦτον ἐννοῶμεν πάλιν. οἱ μελιττοκόμοι κατὰ καιροὺς, ὅτε τὰ κηρία τῶν σίμβλων ἐξορύττειν ἐθέλουσι, πῦρ ἐναύοντες καπνῷ τὰς ἃς μελίσσας διώκουσιν, ἵνα μὴ μάχοιντο καὶ
κατατιτρώσκωσι τοῖς κέντροις αὐτοὺς ἀθρόαι περιπετόμεναι. συμβέβηκε τι τοιοῦτον καὶ τοῖς ἐπικεκλημένοις εἰς ἐπικουρίαν κινδυνευούσῃ τῆ Νινευΐ. ἀπῴχοντο γὰρ καὶ ἀπέδρασαν οἷα καπνοῦ τοῦ πολέμου προσβάλλοντος καὶ καταπτοοῦντος 3 εἰς κακανδρίαν, καὶ ἀφορήτοις αὐτοὺς ἐνιέντος δείμασι.
λέοντας γεμὴν ὀνομάζει τοὺς ἀλκιμωτάτους καὶ θρασεῖς, οἳ καὶ τάχα που τεθαρσήκασι τὴν ἀντίστασιν· πλὴν ἔργον γεγόνασι τῆς Κύρου ῥομφαίας. ἐπειδὴ δὴ ὁ λόγος ἡμῖν τὴν τῶν λεόντων εἰσκεκόμικε μνήμην, ἀναγκαίως καὶ τὴν αὐτῶν θήραν φησὶν ἐξολοθρευθησεσθαι, ὡς μηδὲν ἔτι γενέσθαι τῶν παρ’
4 αὐτοῖς ἀξιάκουστον. ἔθος γὰρ ἦν ἐπιφύεσθαι μὲν αὐτοὺς πόλεσί τε καὶ χώραις, ἐπιθρώσκειν τε θηριοπρεπῶς, οἷς ἃν ἕλοιντο τυχὸν, μυρία τε ὅσα δρᾶν, ὡς τῶν πεπονθότων τὰς συμφορὰς ᾠδὴν καὶ θρῆνον πολλοῖς γενέσθαι. ἐξολοθρευθήσεσθαι 5
δὴ οὖν φησιν αὐτῶν τὴν θήραν. πῶς γὰρ ἔμελλον ἢ τίνα λοιπὸν καταθηρεύσειν ἔτι, κατεπτοημένων μὲν τῶν ἀγελαίων καὶ πεφευγότων ὡς ἐκ καπνοῦ, πεπτωκότων δὲ τῶν μαχιμωτάτων, οἳ δίκην λεόντων τοῖς ἀνθεστηκόσιν ἐπεφύοντο;
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.