γὰρ ἐν αὐτῇ, καὶ λαμπρὸν ἐποιοῦντο καὶ ἀξιάγαστον ἐνδιαίτημα 1 καὶ βασίλειον ἀσφαλὲς, οἱ κατὰ καιροὺς αὐτῇ βεβασιλευκότες Φουλὰ καὶ Σαλμανασὰρ καὶ Σεναχηρεὶμ καὶ μέντοι καὶ Ναβουχοδονόσορ· πεπολεμήκασι γὰρ οὗτοι τὴν Ἰουδαίαν. τὸ δὲ Ποῦ ἔστιν οὐ διερωτῶντος οἶμαί που· δεῖν γὰρ οἶμαι 1
παραιτεῖσθαι τὸ εὔηθες· ἐπιτωθάζοντος δὲ μᾶλλον, καὶ ὅτι διόλωλεν ὁλοτρόπως διὰ τούτου δεικνύοντος, ὡς μηδὲ ὅποι 2 ποτὲ γέγονεν ὁρᾶσθαι λοιπόν. συντετέλεσται γὰρ καὶ ἐξῇρται, καθά φησιν αὐτός. ποῦ δὴ οὖν ἄρα φησὶ τὸ τῶν λεόντων 3 κατοικητήριον, τουτέστιν ἡ Νινευΐ; ποῦ δὲ ἡ νομὴ τῶν
σκύμνων; καὶ σκύμνους μὲν ὥς γε οἶμαι, φησὶ τοὺς ὑπὸ τῷ μεγίστῳ βασιλεῖ πράττοντας καὶ κειμένους, καὶ τὸ τίμιον ἔχοντας παρ’ αὐτῷ ἐν δόξη, σατράπας δὴ λέγω καὶ στρατηγοὺς, νομὴν δὲ αὐτῶν ἀποκαλεῖ τοὺς ὑπὸ χεῖρα καὶ ὑπεξευτὰ 4 γμένους καὶ δασμὸν εἰσφέροντας καὶ χρημάτων ἄθροισιν ποιουμένους· “Νομαὶ Νομαὶ γὰρ πλουσίων πτωχοὶ, κατὰ τὸ γε. 5 γραμμενον. ὡς ἐξηρημένης δὴ οὑν είσαπαν τῆς Νινευι, καὶ ἁπάσης δὲ τῆς περιοίκου χώρας, ποῦ δὴ ἄρα φησὶ τὸ τῶν
λεόντων καταλυμα; ποῦ δὲ τῶν σκύμνων ἡ νομή; ὅτι δὲ 6 ἀσφαλὲς οἱονεὶ γέγονε πὼς ὁρμητήριον τῶν κατὰ καιροὺς βεβασιλευκότων κότων ἡ Νινευῒ, δέδειχεν εἰπών Οὗ ἐπορεύθη τοῦ εἰσελθεῖν ἐκεῖ, σκύμνος λέοντος καὶ οὐκ ἠν ὁ ἐκφοβῶν. ἀπόρθητον γὰρ τῆ πόλει τὸ τεῖχος ταῖς ὑπὲρ λόγον μεγαλουργίαις
εὖ μάλα πεποιημένον. ἐπειδὴ δὲ ἅπασαν καταδῃώσας τὴν Σαμάρειαν ὁ Ναβουχοδονόσορ, καὶ αὐτὴν δὲ τὴν Ἰουδαίαν, καὶ τὴν ἁγίαν πόλιν, φημὶ δὴ τὴν ‘Ιερουσαλὴμ, ἀπεκόμισε μὲν εἰς τὴν ἑαυτοῦ τοὺς ἐξ αἵματος Ἰσραὴλ, διατέτεικε 7 δὲ οὕτως ἐπ’ ἐξουσίας τοὺς ἅπαξ ἐνειλημμένους, ὡς
τοὺς μὲν ὑφ’ ἑαυτῷ ποιῆσαι καὶ δεδεμένους ἔχειν, καὶ ἑτέροις χαρίζεσθαι καὶ καταπωλεῖν, καὶ πλήρη τὴν ἑαυτοῦ χώραν τε καὶ πόλιν τῶν δορικτήτων ἔχειν. ταύτῃτοί φησιν ὅτι Λέων ἥρπασε τοι ἱκανὰ τοῖς σκύμνοις αὐτοῦ καὶ απεπνιξε τοῖς λέουσιν αυτου καὶ ἔμπλησε θηρας νοσσιαν αὐτοῦ
καὶ τὸ κατοικητήριον αὐτοῦ ὰρπαγῆς. πεποίηται δὲ πάλιν ὁ λόγος ὡς ἐκ τοῦ γίνεσθαι πεφυκότος. ἁρπάσαντες γὰρ οἱ 8 θῆρες ἁπλῶς τὸ παρεμπῖπτον, εἶτα τὸ ἀρκοῦν κατεδηδοκότες, τῷ λοιπῷ ἀποτρέφουσι τοὺς σκύμνους, τοὺς ἰδίους αὐτοῖς δανείζοντες πόνους.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.