εἰς δειλίας, καὶ ὑπόλυσιν γονατων, τουτέστιν ἀσθένειαν καὶ σωμάτων πάρεσιν, καὶ ἀδῖνας ἐπὶ τούτοις, τὰς ἐξ ἀηδιῶν δηλονότι· πῶς γὰρ οὐκ ἔμελλον ἐν τοιούτοις ἔσεσθαι κακοῖς, οἱ πρὸς πᾶν ὁτιοῦν κατενηνεγμένοι τῶν καταλυπεῖν εἰωθότων Θεόν; γενήσεσθαι δὲ πρὸς τούτοις διισχυρίζεται Καὶ τὸ
πρόσωπον παντων ὡς προσκαυμα χύτροις. καταμελαίνεται 2 γὰρ ἀείπως τῶν ἐν ἀθυμίαις τὰ πρόσωπα, καὶ τῶν ὀμμάτων τὸ φαιδρὸν παραιρεῖται δεινῶς τῶν δειμάτων ἡ ἔφοδος. Συμβῆναι δὲ τὰ τοιάδε φαμὲν ἀληθεύοντες αὐτῷ τε τῷ 3 καθ’ ἡμῶν τυραννήσαντι σατανᾷ καὶ ταῖς σὺν αὐτῷ δυνάμεσι πονηραῖς. ἐπειδὴ γὰρ ἐξεπέμποντο τῆς ἀρχαίας ἐκείνης τιμῆς τε καὶ δόξης, πῶς ἦν εἰκὸς μὴ οὐχὶ πάντη τε καὶ πάντως τὰ τοιάδε παθεῖν αὐτούς;
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.