ἀριθμοῦ κρείττονες κατῴχοντο πρὸς δειλίας, καίτοι πάλαι τῇ πολυάνδρῳ χειρὶ παντὸς πολέμου καταθαρσήσαντες, καὶ ὑψηλὴν ἐπαίροντες ἐπί γε σφίσιν αὐτοῖς τὴν ὀφρύν. ἀλλ’ ἦν ὁ τῶν ὅλων Θεὸς, ὁ καὶ δειλίαις αὐτῶν καταφορτίζων 2 τὸν νοῦν καὶ κατακομίζων εἰς κακανδρίαν, καὶ παραλύων τὸ 3 4 μάχιμον. ἀληθὲς γὰρ ὅτι “Οὐ σώζεται βασιλεὺς διὰ πολ- “λὴν Λὴν δύναμιν, καὶ γίγας οὐ σωθήσεται ἐν πλήθει ἰσχύος “αὐτοῦ·” σώζει δὲ μᾶλλον οὓς ἂν ἕλοιτο καὶ λίαν εὐκόλως ὁ τῶν ὅλων Κύριος. εἶτα τί φησιν ὁ προφήτης; διήρπαζον τὸ ἀργύριον καὶ διηρπαζον τὸ χρυσίον· ταῦτα δὲ ἦν ἡ ὑπόστασις·
Καὶ οὐκ ἠν περας τοῦ κόσμου αὐτῶν. ἔοικε δὲ καὶ 5 λίθους ἐν τούτοις ὀνομάζειν τὰς Ἰνδικὰς, ἐφ’ αἷς δὴ μάλιστα βεβαρύνθαι φησὶν αὐτὴν, καίτοι καὶ ἐφ’ ἑτέροις σκεύεσιν ἀθύμως διακειμένην. Ἀσσυρίοις γὰρ ἔθος, ἤγουν Νινευίταις, πολλὴν καὶ ἐσπουδασμένην τῶν λίθων ποιεῖσθαι τὴν ἄθροισιν,
καὶ κοσμεῖσθαι κορικῶς, ὡς καὶ ἐν αὐταῖς ἐπείγεσθαι ταῖς μάχαις τὴν τοῦ κόσμου λαμπρότητα καὶ περιηνθισμένους ὁρᾶσθαι. ἰσχνολογεῖ δὲ λίαν ὁ Προφήτης ἐν τούτοις οἰκονομικῶς, καί ποτε μὲν πίπτοντας, ποτὲ δὲ ἀλλήλοις συμπλεκομένους, καὶ ἀποροῦντας τὴν φυγὴν, καὶ ἀνονήτως ἔχοντας
6 τὰς τὰς προφυλακὰς, ποτὲ δὲ καὶ πεπορθημένους τῷ λόγῳ ζωγραφεῖ, τὰς τῶν ὄντων ἐν αἰχμαλωσίαις περικόπτων λύπας, καὶ τῆ τῶν τοιῶνδε προαγορεύσει καταγοητεύων εὐφυῶς, καὶ ἡδίστοις αὐτοὺς διηγήμασιν ἀποφέρων εἰς εὐθυμίαν.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.