βασίλειαι παραδιδόντος, τουτέστι τοὺς τῶν βασιλέων οἴκους, ἐκκαλύπτοντός τε τὰ ἐν αὐτοῖς κεκρυμμένα, καὶ προτιθέντος αὐτοῖς τὴν ὑπόσταλσιν εἰς διαρπαγήν. ὑπόσταλσιν δὲ τὸν πλοῦτον ἀποκαλεῖ τὸν ἐκ διαρπαγῆς δηλονότι καὶ πλεονεξίας τῆς καθ’ ἑτέρων συνειλεγμένον. εἶτα πάλιν ὡς ἐν
θεωρίᾳ γεγονὼς τοῦ συμβησομένου, ἑλκομένους ἤδη πρὸς αἰχμαλωσίαν ὁρᾶ, τήν τε βασιλεύουσαν πόλιν, φημὶ δὴ τὴν 2 Νινευΐ, καὶ τὰς ὑπ’ αὐτῇ καὶ περὶ αὐτὴν, ἃς καὶ δούλας 3 ὀνομάζει, διάτοι τὸ ὑπεζεῦχθαι καὶ ὑποκεῖσθαι τάχα που καὶ ὑπηρετεῖν αὐτῇ. φθεγγεσθαι δέ φησιν αὐτὰς ὡς περιστερας ἐν καρδίαις αὐτῶν, τουτέστιν οὐκ ἀναφανδὸν ἀλλὰ λεληθότως. ἔθος μὲν γὰρ τῷ πτηνῷ βαρύ τι καὶ δυσαχθὲς ἐνολολύζειν
τῇ καρδίᾳ. τοῖς γεμὴν πεσοῦσιν εἰς χεῖρας ἐχθρῶν, ὲλκομένοις τε λοιπὸν εἰς αἰχμαλωσίαν συμβαίνειν τι τοιοῦτον, τὸ ἀπεικὸς οὐδέν. κατοιμώζουσι γὰρ τὴν ἑαυτῶν συμφορὰν, μονονουχὶ καταπνίγοντες ἔν γε δή σφισιν αὐτοῖς τοὺς θρήνους, ἐπεὶ μὴ ἐλεύθερον ἐσθ’ ὅτε κἂν γοῦν αὐτὸ τὸ κλαίειν αὐτοῖς.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.