ἑλόντες τὴν Ἰουδαίαν, ἤγουν ὧν ἐκτόπως εἰρήκασι, παλιμφήμους ἱέντες φωνὰς, καὶ οἷον τὴν τοῦ Θεοῦ δόξαν ταῖς παρὰ σφῶν ἀθυροστομίαις κατασφενδονῶντες οἱ δείλαιοι. εἶτα τούτων ἐνηνεγμένοι πρὸς ἀνάμνησιν, εἴσονται λοιπὸν, ὅτι Θεὸν ἔχουσι δυσμενῆ καὶ τοῖς τῶν πολεμούντων αὐτοὺς 1
ὑποστρωννύντα ποσὶ, καίτοι πάλαι δεινοὺς ὄντας ἄγαν, καὶ κομιδῆ δυσάντητον τὴν καθ’ ὧν ἂν ἴοιεν προσβολὴν ποιεῖσθαι μεμελετηκότας. εἰ δὲ δὴ καὶ τράποιντο πρὸς φυγὴν, δυσεξίτητον εὑρόντες τὸ χρῆμα, καὶ ἀσθενησαντες ἐν ταῖς πορείαις αὐτῶν μετοιχήσονται πρὸς βουλὰς ἑτέρας.
ἐπιμελήσονται γὰρ τειχῶν, καὶ τὰς ἐπ’ αὐτῶν ποιήσονται φυλα,κάς. δείκνυσι δὲ διὰ τούτων ἠπορηκότας πανταχῆ, καὶ ὅ τι δράσαι προσήκοι μηδὲ εἰδότας ὅλως, ἀπό γε τοι τοῦ κατεσκοτίσθαι τὸν νοῦν, μονονουχὶ δὲ καὶ οἴνῳ μεμεθυσμένους ταῖς ἀκράτοις συμφοραῖς, τὴν τῆς σωτηρίας ἀπότευξιν c
ὀλοφύρεσθαι καὶ διαρρίπτεσθαι πανταχῆ, μεθισταμένους εὐκόλως, ἐκ τούτων μὲν εἰς ἐκεῖνα, ἐξ ἐκείνων δὲ πρὸς ἕτερα, καὶ τὸν ἐφ’ ἅπασι τούτοις ἀνόνητον πόνον ἔχοντας. εἰ δὲ δὴ καὶ λέγοι ὅτι Καὶ φεύξονται ἡμέροις, ἐκεῖνο οἶμαί που δηλοῖ. δεινοὶ γὰρ ὄντες, ὡς ἔφην, δυσκαταγώνιστοί τε καὶ τραχεῖς,
κατοιχήσονται λοιπὸν εἰς τοῦτο δειλίας ὡς ἀναφανδὸν ἑλέσθαι φυγεῖν, καὶ ἀκρύπτως ἤδη τοῦτο δρᾶν, καίτοι πάλαι 2 3 παραιτουμένους καὶ μόναις ταῖς εἰς τοῦτο κατηγορεῖσθαι ψιλαῖς ὑποψίαις.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.