λόγους· ὁποῖόν τι καὶ νῦν ὁ Προφήτης δοκεῖ πεπονθέναι ἐπί τε τοῖς οἰκοῦσι τὴν Νιευΐ, καὶ τοῖς Κύρῳ συνησπικόσιν, ὅτι καὶ ἐξετίναξαν αὐτοὺς καὶ τὰ κλὴματα αὐτῶν. πεποίηται δὲ ὁ λόγος ὡς ἀπό γε τοῦ συμβαίνειν ταῖς ἀμπέλοις 1 εἰωθότος. ἐκτινιίσσεται γὰρ ὁ βότρυς καὶ τὰς ῥᾶγας
ἀποπτύει, ἢ ῥαγδαιοτάτου προσβάλλοντος πνεύματος, ἣ καύσωνος καταφλέγοντος, ἢ καὶ ἑτέρας ἡστινοσοῦν συμβαινούσης βλάβης, ὡς καὶ αὐτὸ τοῖς καρποῖς τὸ κλημα συναναφαίνεσθαι καὶ αὐτῆς τῆς ἄνθης ἀπογυμνούμενον. οὕτω δὴ οὖν ἀπετίναξαν αὐτοὺς ὡς ἀμπέλους. διέφθαρται
δὲ καὶ τὰ ὅπλα αὐτῶν, τουτέστιν ἡ δυναστεία· ὃπλα γὰρ ἔσθ’ ὅτε σημαίνει τὴν δυναστείαν. δεινοὺς δὲ ὄντας ἱππέας, e καὶ τὰς ἐφ’ ἁρμάτων εἰδότας μάχας ἐν ἀφορήτοις ἄγαν φησὶ γενέσθαι δείμασιν, ὡς τραπέσθαι μὲν εἰς φυγὴν, συμπλέκεσθαι δὲ ἀλλήλοις, καὶ συνθραύεσθαι προσρηγνυμένους,
οἴεσθαι δὲ οὕτως καταθεᾶν αὐτὸν τὰς τῶν πολεμίων φάλαγγας, ὡς οὐδὲν λαμπάσι παραχωρεῖν, ἢ καὶ ἀστραπαῖς ἐν ἴσῳ καταφλέγειν αὐτοὺς ὀξεῖ καὶ ἀσχέτῳ διαττούσας δρόμῳ.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.