τὴν Νινευΐ, καί φησιν, ὅτι κἂν εἰς τοῦτο προήκοι λαμπρότητος, ὡς ἐν ἴσῳ φαίνεσθαι τοῖς εὐδενδροτάτοις τῶν ὀρῶν, Λιβάνῳ τέ φημι καὶ Καρμήλῳ, πολλοῖς καὶ ἀναριθμήτοις κομῶσα λαοῖς· κἂν εἰ μηδὲν ἀποδέοι τῆς Βασσανίτιδος, ἀλλ’ ἥξει καιρὸς, ὅτε καὶ εἰς ἅπαν ἐρημωθήσεται. τοῦτο γὰρ
οἶμαί ἐστι τὸ ἕως θεμελίου χερσωθήσεσθαι, τετηρηκότος τοῦ λόγου τὴν τροπὴν ὡς ἐπ’ ὁρῶν τε καὶ γῆς, ξύλων τε καὶ 2 ὕλης. βρωθήσεσθαι δέ φησιν αὐτὴν κατανεμηθέντων τρόπον τινὰ Περσῶν τε καὶ Μηδῶν. εἷλον γὰρ οὗτοι τὴν Νινευΐ, πολεμαρχοῦντος τοῦ Κύρου. σμίλακι δὲ παρεικάζει τὴν τῶν
Ἀσσυρίων πληθὺν, κατῴκουν γὰρ οὗτοι τὴν Νινευΐ. καὶ τίς ἂν γένοιτο λόγος τοῦ τοιοῦδε πάλιν ; ἔστι μὲν γὰρ ἡ σμίλαξ κιττοειδές τι φυτὸν, ἕρπει δὲ ἀεὶ πρὸς τὸ ὑψοῦ καὶ λεπτοὺς ἀνίησι κλῶνας, καὶ τῶν ἐγγὺς ἑστηκότων καταδράττεται φυτῶν, ὡς καταπνίγεσθαι πολλάκις ὑπ’ αὐτῆς καὶ τὰ εὐμηκέστατα 3
τῶν ξύλων. ἔδρων δὲ τοῦτο καὶ Ἀσσύριοι, καταθρώσκοντες ἀεὶ χωρῶν καὶ πόλεων, καὶ οἷον συμπνίγοντές 4 τε καὶ καταβρίθοντες ταῖς τῶν πολέμων συμπλοκαῖς καὶ ταῖς ἀφορήτοις καταδυναστείαις. ἔφη δὲ αὐτὴν καταπρησθήσεσθαι, καὶ ὡς Καλάμην ξηρασίας μεστήν. ἑτοιμότατον δὲ τῆς καλάμης τὸ χρῆμα πρὸς τὸ δαπανᾶσθαι πυρί. κατεμπιπραμένῃ δὲ ὥσπερ τῆ Νινευΐ καὶ πασχούσῃ τὰ εξ
5 ὀργῆς καταδῃουμένῃ τε λοιπὸν ὁ Προφήτης ἐπιφθέγγεται καὶ τοῦ τὰ τοιάδε παθεῖν τὴν πρόφασιν καταλευκαίνει λέγων Κε σοῦ έξελεύσεται λογισμὸς κατὰ τοῦ κυροῦ πονηρα βουλευλομενος ἐναντία. προκείσῃ φησὶν εἰς ἐρήμωσιν, ἔση δὲ καὶ ὡς χέρσος, καὶ μὴν καὶ καταφλεχθήσῃ πυρὶ, λογιῇ
γὰρ κατὰ τοῦ Θεοῦ δεινὰ καὶ ὑπέροπτα καὶ τὰ ἐναντία. ὁ μὲν γὰρ τῶν ὅλων Θεὸς πλημμελοῦντα τὸν Ἰσραὴλ κολάζων, εὐάλωτον ἀπετέλει καὶ τοῖς σοῖς αὐτὸν ὑπεκόμιζε ποσί. διακείσῃ γεμὴν οὐχ οὕτως αὐτὴ, νομιεῖς δὲ μᾶλλον 6 ᾑρηκέναι τὴν Ἰουδαίαν καὶ οὐχ ἑκόντος αὐτοῦ. ἔχουσαν γὰρ
οὕτως εὑρήσομεν τὴν Ῥαψάκου περιττοεπ́ειανι ὅτε τὴν τοῦ Θεοῦ κατεκερτόμει δόξαν, λέγων τοῖς καθημένοις ἐν τῷ 7 τείχει “ Μῆ ἀπατάτω ὑμᾶς Ἐζεκίας λόγοις, οἳ οὐ δυνή- “σονται ῥύσασθαι ὑμᾶς καὶ μὴ λεγέτω ὑμῖν Ἐζεκίας “ ῥύσεται ὁ Θεὸς τὴν Ἱερουσαλὴμ ἐκ χειρός μου.” πρὸς
δὴ τὴν οὕτως ἀβουλοτάτην καὶ ἀνόσιον ἀληθῶς ἀθυροστομίαν 8 ἀπελογεῖτο ὁ Θεὸς καὶ διὰ φωνῆς Ἡσαΐου λέγων “ Μῆ 9 “ δοξασθήσεται ἀξίνη ἄνευ τοῦ κόπτοντος ἐν αὐτῇ, ἢ ὑψω- “ θήσεται πρίων ἄνευ τοῦ ἕλκοντος αὐτόν “ ὥσπερ γὰρ ἡ ἀξίνη, κἂν τομωτάτη τις εἴη καὶ εὔχαλκος, οὐκ ἃν ἐνεργήσῃ
περὶ τὰς τῶν δένδρων ἀποτομὰς, εἰ μή τις αὐτὴν ἰδίαις 10 δυνάμεσι κατά τινος ἐπιφέροι, ὡσαύτως δὲ καὶ ὁ πρίων ἀπρακτήσει πάντως περὶ τὰ οἰκεῖα, καθέλκοντος αὐτὸν ἢ ἀνέλκοντος οὐδενός· οὕτω καὶ ἡ τῆς τῶν Νινευιτῶν βασιλείας ἤγουν στρατιᾶς ἰσχὺς οὐκ ἃν ἐκράτησε τῆς Σαμαρείας, μὴ
οὐχὶ θείας ὀργῆς πόλεσί τε αὐτὴν ἐπιφερούσης καὶ κώμαις, 11 καὶ οἷον ἐργαλείῳ χρωμένης, ὃ κινεῖται μὲν παρ’ ἑτέρου, καί ἐστι χρήσιμον εἰς ὑπουργίαν παραληφθὲν, ἐνεργήσειε δ' ἃν οὐδὲν αὐτὸ καθ’ ἑαυτό. κολάζεται τοίνυν ἡ Νινευΐ διάτοι τὸ πονηρὰ κατὰ Θεοῦ λογίζεσθαι καὶ τὰ ἐναντία μᾶλλον, ἢ
ὡς ἃν ἔχοι κατὰ τὸ ἀληθὲς ἡ φύσις τοῦ πράγματος. παραδέδωκε γὰρ ὁ τῶν ὅλων Θεὸς ἡμαρτηκότα τὸν Ἰσραὴλ, καὶ οὐκ αὐτὴ μᾶλλον εἷλεν ἐπαμύνοντος Θεοῦ καὶ σώζειν αὐτοὺς θέλοντος ἔτι.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.