τοῖς ἐξανθοῦσιν ἐν αὐτῇ, τουτέστιν, ἡγουμένοις τε καὶ στρατηγοῖς καὶ τοῖς τῶν ἄλλων λαῶν ἐπιφανεστέροις. ἐπειδὴ γὰρ 2 ὀρῶν ἐποιήσατο μνήμην καὶ χώρας εὐδενδροτάτης, φημὶ δὴ τῆς Βασανίτιδος, τετήρηκε τῷ λόγῳ μέχρι παντὸς τὴν τροπήν· τὴν πιοτάτην καὶ ἐξανθοῦσαν ἔφη τοὺς ἢ πλούτῳ τυχὸν 3 διαφανεστέρους, ἢ ταῖς τῶν σωμάτων ἀλκαῖς ἐμπρέποντας, ἢ
καὶ καθ’ ἕτερόν τινα τρόπον ὑπεροχῆς τῶν ἄλλων ἠρμένους.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.