γὰρ, ὡς ἔφην, τὰ περίοικα τῶν ἐθνῶν, τοὺς τεθνηξομένους μονονουχὶ ἐμπορευόμενοι, καὶ συλλέγοντες εἰς μάχην τοὺς αὐτίκα δὴ μάλα ἀπ’ ὄλου μένους· ἦσαν δὲ οὗτοι πλεῖστοί τε ὅσοι καὶ ἀριθμοῦ κρείττονες. τοιγάρτοι καὶ τῇ τῶν ἄστρων παρεικάζονται πληθύι·. ἀλλ’ εἰ καὶ συνήχθησαν,
φησὶ, καὶ συνδεδραμήκασι, καταπτοηθήσονται τῷ πολέμῳ, καὶ ἀποδραμοῦνται πάλιν ὡς βροῦχος καὶ ὡς ἀττέλαβος. εἶδος δὲ τοῦτο μικρᾶς ἀκρίδος, ἣ ἐπειδὰν ἐμπέσῃ φραγμοῖς ἢ ταῖς c τῶν κήπων αἱμασιαῖς, πάγου μὲν ὄντος, ὡς ἔφην, καὶ ὑετοῦ κατασκήπτοντος, καταμέμυκε τε καὶ ἠρεμεῖ, τῇ τῆς ὑγρότητος
βίᾳ τὴν πτῆσιν παρῃρημένη· ἡλίου γεμὴν ἀνίσχοντος καὶ 2 θερμὴν αὐταῖς ἐνιέντος ἀκτῖνα, ταχεῖαν ποιοῦνται τὴν ἀποφοίτησιν, καὶ ἀφίπτανται κατὰ τὸ εἰωθός. οὕτως, φησὶν, ἔσονται οἱ σύμμικτοί σου. ἀποπτήσονται γὰρ καὶ οἴκαδε πάλιν 3 ἀποδραμοῦνται, τὴν σὴν ἐλπίδα κενώσαντες. “Ἀγαθὸν οὖν ABBREY 4 “ἄρα καὶ ἀτρεκὲς τὸ πεποιθέναι ἔπι κύριον, ἡ πεποιθεανι
“ἐπ' ἄνθρωπον, κατὰ τὴν τοῦ προφήτου φωνήν.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.