αὐτοῖς τῆς ἐπαγγελίας τὴν γῆν Ἰησοῦ τοῦ ἐπίκλην Ναυῆ. διαλέγεται τοίνυν ὁ Θεὸς οὐ πρὸς μίαν φυλὴν, ἀλλ᾿ οἷον πρὸς πάσας, ἤτοι πρὸρς ἑκάστην, πρέποντος τοῦ λόγου καὶ ἰδικῶς ἑκάστῃ, καὶ πάσαις. ἄκουε δὴ οὖν, ὦ πᾶσα φυλὴ, σώζεται μὲν πόλις ᾗπερ ἂν ἐπιφημίζοιτο τὸ
ὄνομα τοῦ Θεοῦ. περιόψεται γὰρ οὐδαμῶς τοὺς φοβου- 1 μένους αὐτὸν, ἀλλ᾿ ἔσται τεῖχος ἀπόρθητον, κόσμημά τε καὶ δόξα τοῖς ἐθέλουσι κατορθοῦν τὸ θεοφιλές. εἰ δὲ δὴ βούλεσθε, φησὶ, καὶ τὸ ἐναντίον ἰδεῖν, τί κοσμήσει πόλιν; οἶκος ἀνόμων, ἢ μετὰ ὕβρεως ἀδικία; ἆρα, φησὶ, διὰ πολλὴν
ἁμαρτίαν εἰ δαπανῷτο πόλις ὑπὸ πυρὸς ταῖς τῶν πολεμίων ἁλοῦσα χερσὶν, εὐσχήμων ἔσται καὶ καλὴ, λαμπρὰν δὲ αὐτὴν καὶ εὐκλεεστάτην ἀποφήνειν ἂν οἶκος ἀνόμων, ὁ θησαυρίζων θησαυρους ἀδικίας, ὠφελήσει δὲ αὐτὴν μετα ὕβρεως ἀδικία; ἀλλ᾿ ἐνδοιάσειεν ἂν οὐδεὶς τῶν ὀρθὰ φρονεῖν εἰω- 2
θότων, ὅτι δυσκλεᾶ καθίστησι τὰ τοιάδε. οὐ γὰρ ἂν ἥλω πόλις, καὶ δεδαπάνητο πυρὶ μὴ οὐχὶ πάντως προσκρούσασα διὰ πολλὴν ἁμαρτίαν. τί τοίνυν μεθέντες, φησὶ, τὰ δι᾿ ὧν ἂν σώζοιτό τε καὶ κατακαλλύνοιτο πόλις, ζηλωτὰ πεποίησθε μᾶλλον τὰ κατασίνεσθαι πεφυκότα, τετιμήκατε δὲ τὰ δι᾿ ὧν 3 ἂν ὁρῷτο αἰσχρά τε καὶ ἀκαλλὴς, πονηροὺς ἔχουσα τοὺς οἰκήτορας, ἐρασιχρημάτους καὶ ἀδίκους καὶ θησαυρίζοντας 4 ἀνομίαν;
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.