μετρίως τινὰ τῆς πνευματικὴς λατρείας ἡ δύναμις. τέθεικε 1 2 δὲ τὴν φωνὴν ἐν τούτοις ἀντὶ τοῦ ὀνόματος, ἤτοι τῆς ἐπικλήσεως. ὅμοιον δὲ ὡς εἰ λέγοι τυχόν Εἰ ἐπιφημίζοιτο τῇ πόλει τὸ ὄνομα τοῦ Θεοῦ, πάντη τε καὶ πάντως σωθήσετι. μὴ γὰρ οἰηθῇς ἄνθρωπε, φησὶ, ταῖς δἰ αἱμάτων ἐφήδεσθαί με θυσίαις, μηδὲ ἀσεβῆ καὶ ἄνομον ἡγεῖσθαι πόλιν εἰ μὴ
προσάγοι μόσχους εἰς ὁλοκαύτωσιν· ἀλλ᾿ οὐδ᾿ ἂν ὅλως σώσαιμι κινδυνεύουσαν, βουθυτεῖν ᾑρημένην, κἂν μηλοσφαγίαις μὲν καθαιμάττοι τὸ θυσιαστήριον, ἕλοιτο δὲ καὶ κριῶν προσάγειν ἀγέλας, ἀρκέσει δὲ μᾶλλον εἰς σωτηρίαν 3 αὐτῇ τὸ ἐπικληθῆναι τὸ ὄνομα τοῦ Θεοῦ. ἐμὴ γὰρ πάντως
ἡ τὰ ἐμὰ τιμῶσα κράτη, καὶ τὰ ἐμοὶ θυμήρη δρῶσά τε ἀμελλητὶ καὶ φρονεῖν ἑλομένη. τότε σώσω τοὺς φοβουμένους ἐμέ. οὐκοῦν ὅτε καὶ Θεοῦ λεγόμεθα, τότε καὶ δεδίαμεν αὐτὸν, καὶ παρ᾿ αὐτοῦ σωζόμεθα, καὶ τῆς πνευματικῆς λατρείας ἡ δύναμις τοιάδε νοοῖτ᾿ ἂν εἰκότως. ἔφη τι τοιοῦτον ὁ τῶν
4 ὅλων Θεὸς καὶ διὰ φωνῆς τοῦ Δαυείδ “Ἄκουσον λαός μου, 5 “ καὶ λαλήσω σοι· Ἰσραὴλ, καὶ διαμαρτύρομαί σοι· ὁ Θεὸς “ ὁ Θεός σου εἰμὶ ἐγώ. οὐκ ἐπὶ ταῖς θυσίαις σου ἐλέγξω “ σε, τὰ δὲ ὁλοκαυτώματά σου ἐνώπιόν μου ἐστὶ διὰ παν- 6 “ τος.” εἶτα τούτοις ἐπενεγκὼν, ὡς οὐ φάγεται κρέα
ταύρων, ἀλλ᾿ οὐδ᾿ ἂν ἐκπίοι τὸ τράγων αἷμα, πάλιν φησί 7 “ Θύσον τῷ Θεῷ θυσίαν αἰνέσεως, καὶ ἀπόδος τῷ Ὑψίστῳ “ τὰς εὐχάς σου· καὶ ἐπικάλεσαί με ἐν ἡμέρᾳ θλίψεώς σου, “ καὶ ἐξελοῦμαί σε, καὶ δοξάσεις με.”
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.