φιλοστοργίας υἱοὶ, θυγατέρες δὲ αὖ τῆς περὶ μητέρας, ἀπωσθήσεται τὰ νόμιμα, τουτέστιν, ἀτονήσει λοιπὸν καὶ ὁ τοῦ πρέποντος λόγος· οὐ γὰρ ἐν σχολῇ μὲν αἰτιάσεται πατὴρ τὸν 1 υἱὸν ὡς ἠμεληκότα καὶ φύσεως νόμων, οὔτε μὴν τοῖς ἐκ τοῦ καθήκοντος ἐπιτιμίοις ὑποθήσει θυγατέρα μητὴρ λελυπημένη,
φροντίδος ἑτέρας ἐπηρτημένης, μᾶλλον δὲ ὀλέθρου καὶ τῶν εἰς ἄκρον κακῶν. οἰχήσονται γὰρ εἰς ἐρήμωσιν αἱ 2 πόλεις, καὶ εἰς διαμερισμὸν καὶ καταστροφήν. οἱ μὲν γὰρ ἐκείνης, οἱ δὲ τῆς γείτονος, ἕτεροι δὲ τῆς ὁμόρου καταστρατεύσονται, καὶ ἁπάσης καταδραμοῦνται τῆς γῆς ἐξ ὄρους εἰς ὄρος, ἐξ ἠοῦς εἰς δύσιν, ὡς ἐκ βορέου πρὸς νότον, ὡς μέχρι
τερμάτων ἅπασαν ἁπλῶς καταδῃοῦσθαι τὴν γῆν, ἀπὸ 3 Τύρου ἔως ποταμοῦ καὶ ἐξ ὄρους εἰς ὄρος. εἰκὸς δὲ δὴ πάλιν νόμιμα λέγειν ἐν τούτοις τὰς ἐν ἔθει τεθειμένας τοῖς τῶν εἰδώλων τεμένεσιν ἑορτὰς, ἤγουν τὰς θυσίας. ἀνῃρημένων γὰρ αὐτοῖς τῶν πόλεων, οἴκων τε καὶ τῶν ἐν αὐτοῖς ἁπάντων
διηρπασμένων, τίς ὁ πληρώσων ἔτι τὰ νενομισμένα, καὶ τοῖς τῶν εἰδώλων ἕδεσι καὶ ναοῖς προσκομιῶν τὸ σέβας;
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.