δῆλον δὲ ὅτι τὴν Βαβυλωνίων, τὴν οἱονείπως ἐπιτωθάζουσαν ὡς πεπορθημένῃ τῇ Ἰουδαίων χώρᾳ. μὴ γὰρ ἐπαγάλλου, 1 φησὶν, ὡς κειμένῃ. νενίκηκας γὰρ, οὐκ αὐτὴ μᾶλλον ὑπερισχύσασα, καταβαλοῦσα δὲ ἀῤῥωστοῦσαν ἐμὲ τὸ προσκροῦσαι Θεῷ, καὶ διὰ τοῦτο κειμένην. ἀλλ᾿ ἥξει καιρὸς, ὅτε
2 καὶ ἀναστήσομαι, κἂν εἰ γέγονα, φησὶν, ἐν σκότει “Τῷ ξύλῳ “λέγουσα Θεός μου εἶ σὺ, καὶ τῷ λίθῳ Σὺ ἐγέννησάς με” καὶ τὸν ἐπὶ ταῖς δαμάλεσιν ἀνιεῖσα λόγον· ἔφην γὰρ ἔφην ἐξ 3 ἀποπληξίας “Οὗτοι οἱ θεοί σου Ἰσραὴλ, οἵτινες ἀνήγαγόν “σε ἐκ γῆς Αἰγύπτου·” ἀλλ᾿ οὖν ἔσομαι καὶ εἰς φῶς, ἐπι-
4 γνώσομαι τὸν Δεσπότην, τὸν σώζοντα, τὴν ἐπίκουρον, τῆς εὐσθενείας τὸν χορηγόν· ἀνέξομαι δὲ τῶν συμβεβηκότων, καὶ ὑποστήσομαι τὰ δεινὰ, κατακεκράξομαι δὲ οὐδαμῶς ὡς ἀδικοῦντος Θεοῦ, διακείσομαι δὲ μᾶλλον, ὡς ὀρθὴν ἐπ᾿ ἐμοὶ τὴν ψῆφον ἐνέγκαντος, κἂν εἰ πέπομφεν εἰς αἰχμαλωσίαν.
πεπλημμέληκα γὰρ, καὶ φέρω τὰ ἐξ ὀργῆς, ἕως ἂν δικαιώσῃ τὴν δίκην μου, τουτέστιν, ἕως ἂν τὴν ἰσοπαλῆ τοῖς πλημμελή- 5 μασιν ἐπιμετρήσας κόλασιν, κατοικτείρῃ λοιπὸν, καὶ τὴν πάλαι ἐσκοτισμένην τῇ τῆς πλάνης ἀχλύϊ ἀποφήνῃ λαμπρὰν, 6 διά γε τοῦ γνῶναι τὸν ἀληθῆ καὶ φύσει Θεὸς οἱονεί πως ἐν φωτὶ καὶ αὐτὴν γενέσθαι παρασκευάσας· καταθαυμάζοιτό
τε, φησὶν, εἰκότως, καταδεικνὺς ἐπ᾿ ἐμοὶ τῆς ἑαυτοῦ δικαιοσύνης τὸ εἰλικρινές. ὥσπερ γὰρ οὐκ ἔξω δίκης πλημμελοῦσαν ἐκόλαζεν, οὕτως ἐν ἴσῳ ποιήσεται λόγῳ, τὸ παθοῦσαν ἤδη καὶ μεταγινώσκουσαν, καὶ φροντίδος ἀξιοῦν καὶ κατοικτείρειν κειμένην.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.