ὁμοῦ τοῖς σκεύεσι τοῖς ἱεροῖς, οἴκοι τε ἰέναι προστέταχε καὶ τὸν ἐν τοῖς Ἱεροσολύμοις ἀναδείμασθαι νεών. τότε γὰρ οἷά περ ἐκ σκότους καὶ δεσμῶν ἀῤῥήκτων διαδιδράσκοντες, ἐν φωτὶ γεγόνασι, Θεοῦ κατοικτείροντος, καὶ εἰς τὴν ἄνωθεν 2 αὐτοῖς πρεπωδεστάτην ἐλευθερίαν ἀνενήχοντό πως, ἀνιέμενοί τε καὶ χαίροντες. ἐγὼ τοίνυν φησὶ ἐπὶ τὸν Κύριον ἐπιβλέψομαι, ὀψὲ μὲν λίαν καὶ μετὰ πεῖραν ὧν ἔδει παραιτεῖσθαι τὴν ἔφοδον. πλὴν εἰς Θεὸν ἕξειν τὴν ἐλπίδα φησὶν, ὑπομένειν 3
τε τὴν παρ᾿ αὐτοῦ σωτηρίαν, διακεῖσθαί τε καὶ ἀραρότως, ὅτι φιλάνθρωπος ὢν, κατήκοος ἔσται τὼν ὀδυρμῶν αὐτῆς καὶ παραδέξεται τὰς λιτάς. σωτηρίας δὲ, οἶμαι, νοοῖτ᾿ ἂν ἀρχὴ τὸ ἀποστῆσαι μὲν τέως τὸν νοῦν τῆς ἀρχαίας ἀπάτης, ἀνθρλέσθαι δὲ λοιπὸν τὸ φρονεῖν ὀρθῶς, καὶ τῆς σωτηρίας
χορηγὸν αὐτὸν καὶ πρύτανιν οἴεσθαι ὑπάρχειν τὸν τῶν ὅλων Δεσπότην, καὶ μὴ τὸ οὕτως ἐξαίρετον ἀγαθὸν, ἢ ταῖς ἐξ ἀνθρώπων ἀπονέμειν ἐπικουρίαις, ἤγουν ἀνούστατά τε καὶ 4 ἀμαθέστατα δῶρον ἔσεσθαι προσδοκᾶν τῆς ἀδρανεστάτης τῶν εἰδώλων πληθύος.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.