ἕλοιντο τὸν Δεσπότην, δέον ἑλέσθαι φρονεῖν ὀρθῶς, καὶ ταῖς εἰς τὸ ἄμεινον ἀναδρομαῖς τιθασεύειν λελυπημένον· τοῦτο 2 μὲν οὐκ ἔδρων οἱ δείλαιοι· πόθεν; δυσβουλίας δὲ μᾶλλον εἰς τοῦτο κατώλισθον, ὡς οἴεσθαί τε καὶ πιστεύειν, ὅτι περιέσονται μὲν τῆς θείας ὀργῆς, κατευμεγεθήσουσι δὲ, καὶ λίαν εὐκόλως, πολέμου παντὸς, εἰ τὰς τῶν ὁμόρων ἐθνῶν ἔχοιεν
ἐπικουρίας, καὶ τὰς τῶν ἀρχόντων συμπνοίας καὶ ὑποσχέσεις. 3 ὅτι δὲ ψυχροῖς καὶ εἰκαίοις ἐπιτεθαῤῥήκασι φενακισμοῖς, καὶ ἀνόνητον ἕξουσι παντελ[ς τὴν ἐπίδα, διδάσκειν αὐτοῦς ὁ Προφήτης πειρᾶται, λέγων Μὴ καταπιστεύετε ἐν Φίλοις, μηδὲ ἐλπίζετε ἐπὶ ἡγυμένοις· σφαλερὸν γὰρ τὸ χρῆμα καὶ ἀνόνητον
παντελῶς. ἐπειδὴ γὰρ ἧκεν ὁ Βαβυλώνιος καταδῃώσων τὴν Σαμάρειαν, τότε δὴ τότε τῶν ὁμόρων ἐθνῶν οἱ ἡγούμενοι, καίτοι πλείστην ὅσην αὐτοῖς ὑπισχνούμενοι τὴν ἐπικουρίαν, τοὺς ὑπέρ γε σφῶν αὐτῶν ἀγῶνας ἔχοντες οὐ μετρίως, ἀσπαστὸν ἡγοῦντο τὸ σώζεσθαι μόνον, τὸ δὲ δὴ χρῆωαι καὶ 4
ἐπικουρεῖν, οὐδ᾿ ὅσον εἰς νοῦν ἐποιοῦντο τάχα. μὴ τοίνυν ἐν φίλοις καταπιστεύετε, μηδὲ ἐλπίζετε ἐπὶ ἡγουμένοις· ἴστε δὲ, φησὶν, ὅτι Θεοῦ καθ᾿ ἡμῶν κινοῦντος τὰ ἐξ ὀργῆς, οὐδὲ αὐτὸς ὑμῖν ὁ τῆς φύσεως νόμος καὶ τῆς ἐμφύτου φιλοστοργίας ἡ δύναμις τὴν εὔνοιαν χαριεῖται, κἂν γοῦν
τῶν ἐξ αἵματος ἐγγύς τε καὶ αὐτοί. καὶ γύναιον μὲν ἀνδρὸς ἀλογήσει τότε, υἱοὶ δὲ πατράσειν ἐπαναστήσονται, καὶ μὴν καὶ 5 μητράσι θυγατέρες. αὐτὸς γὰρ, φησὶν, ὁ τῆς φιλοστοργίας τοὺς νόμους ἐγχαράττων τῇ φύσει, μεταπείσειεν ἂν εὐκόλως
καὶ ιμεταβαλεῖ πρὸς τὸ ῥᾴθυμον.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.