1 βουνὸς καὶ σκοπιά. μεμνήμεθα δὲ ὅτι Λευίτης ἀνὴρ, ὡς ἐν τῇ βίβλῃ γέγραπται τῶν κριτῶν, ὑβρισθείσης αὐτῷ τῆς παλλακίδος ὑπὸ τῶν ἐκ φυλῆς Βενιαμὶν ἐν αὐτῇ τῇ γῇ 2 Γαβαὰ, κατατεμὼν τὸ λείψανον εἰς δυοκαίδεκα μέρη, ἁπάσαις ἔπεμψε ταῖς φυλαῖς, τῶν ἐκ φυλῆς Βενιαμὶν τὸ πλημ-
3 μέλημα καταφανὲς ἅπασι καθιστάς. εἶτα συμβέβηκεν ἐντεῦθεν κατεξαναστῆναι μὲν πολέμου νόμῳ τῶν ἐκ φυλῆς Βενιαμὶν τὰς ἑν ἀρχῇ μὲν νενικηκότων τῶν ἐκ φυλῆς Βενιαμὶν, 4 ὕστερον δὲ τῶν ἑτέρων φυλῶν κατεφθαρκυιῶν αὐτοὺς εἰσάπαν.
μέμνηται τῆς ἱστορίς καὶ ὁ προξήτης Ὡσηέ. Φησὶ 5 γὰρ, ὅτι “Μανίαν ἐν οἴκῳ Κυρίου κατέπηξαν, ἐξθάρητσαν “κατὰ τὰς ἡμέρας τοῦ βουνοῦ.” ἐπειδὴ γὰρ, φησὶν, εἰδωλολατρείαν καὶ ψευδομαντείαν· ταυτὶ γὰρ ἡμῖν ἐν τούτοις ἡ μανία δηλοῖ· κατέπηξαν ἐν οἵκῳ Κυρίου, ταύτῃτοι καὶ
6 κατεφθάρησαν ὡς ἐν ταῖς ἠμέραις τοῦ βουνοῦ, τουτέστι, τῆς Γαβαά. ὅτι δε ὁ βουνὸς ἤτοι Γαβαὰ καλεῖται καὶ σκοπιὰ, μαθήσῃ σαφῶς ἐκ τῶν γεγραμμένων ἐν τῇ τρίτῃ 7 τῶν βασιλειῶν. Ἀσὰ μὲν γὰρ βεβασίλευκε τῆς Ἱερουσαλῆμ,
Βαασὰ δὲ τῆς Σαμαρείας καθ᾿ ἕνα καιρόν. ἐπειδὴ δὲ κατεμερίζοντο πρὸς διχόνοιαν, καὶ ἀλλήλοις ἐπιμηνίσαντες τὸν τοῦ πολέμου νόμον ὡπλίζοντο, “Ἀνέβη, φησὶ, 8 “Βαασὰ βασιλεὺς Ἰσραὴλ ἐπὶ Ἰούδαν, καὶ ᾠκοδόμησε τὴν “Ῥαμὰ, τοῦ μὴ εἶναι ἐκπορευόμενον καὶ εἰσπορευόμενον
“τῷ Ἀσὰ βασιλεῖ Ἰούδα.” καταθέοντος δὲ τὴν Σαμαρει- 9 τῶν τοῦ Ἄδερ, ὁ μὲν Βαασὰ τῆς Ῥαμὰ ἀπεσκευάζετο, τοῖς 10 πολεμίοις ἀντανιστάμενος. ἐκδεδράμηκε δὲ τῶν Ἱεροσολύμων ὁ Ἀσὰ, εἶτα γεγονὼς ἐν Ῥαμά “Παρήγγειλε, φησὶ, 11 “παντὶ Ἰούδα εἰς Ἐνακεὶμ, καὶ αἴρουσι τοὺς λίθους τῆς
“Ῥαμὰ καὶ τὰ ξύλα αὐτῆς ἅ ᾠκοδόμησε Βαασὰ, καὶ “ᾠκοδόμησεν ἐν αὐτοῖς ὁ βασιλεὺς Ἀσὰ πᾶν βουνὸν Βε- “νιαμὶν καὶ τὴν σκοπιάν.” ἐκαλεῖτο δὴ οὖν ἡ Γαβαὰ βοῦνός τε καὶ σκοπιά· διερμηνεύεται γὰρ οὕτως ἡ Γαβαὰ, διὰ τὸ ἦρθαί τε ὑψοῦ, καὶ ἐν γηλόφῳ κεῖσθαι καὶ σκκοπιᾷ.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.