2 φησι καὶ διὰ φωνῆς Ἡσαΐου Θεός “Πῶς ἐγένετο πόρνη 3 “πόλις πιστὴ Σιὼν, πλήρης κρίσεως, ἐν ᾗ δικαιοσύνη ἐκοι- “μήθη ἐν αὐτῇ, νῦν δὲ φονευταί.” τὸ γὰρ δὴ μάλιστα φορτικώτατον καὶ εἰς ἄκρον αὐτοὺς φαυλότητος διελάσαι παρασκευάσαν, τὸ ἐφ᾿ αἵμασιν αὐτοὺς δικάζεσθαι, καὶ φονᾶν
ἀγρίως, ἀποῤῥίπτεσθαι δὲ καὶ ὡς ἕωλον κομιδῇ τὸ ἀγαθουργεῖν, 4 ὥστε καὶ ἀναγκαῖον ποιεῖσθαι σπούδασμα, τὸ ἐπὶ μόνῳ τῷ κακοῦν ἑτέρους τὰς χεῖρας ἔχειν εὐπρεπεῖς. οὐδὲν γάρ ἐστιν τοῖς ὧδε ζῆν ἐλευθερίας διαβέβληται τρόποις.
ἆρ᾿ οὖν κατηῤῥώστησε μὲν τὸ ἐν τούτοις εἶναι τὰ ὑπήκοον, ἔῤῥωται δὲ τὸ ἡγούμενον, καὶ ὑγιαίνει τὸ κρίνον; οὐδαμῶς, φησίν· ὁ γὰρ ἄρχων αἰτεῖ καὶ ὁ κριτὴς εἰρηνικοὺς λόγους ἐλάλησε. πολλοὶ πολλάκις τῶν εἰς ἀρχὴν τεταγμένων, γεγόνασι 5 μὲν ἀνόσιοι καὶ φιλοκερδέστατοι, καὶ καταπωλοῦντες
εὐκόλως τὰς ἑαυτῶν γνώμας τοῖς παραφθείρειν ἐθέλουσιν. ἀλλ᾿ εἰ καὶ νενεύκασιν ἤδη εἰς τὸ οὕτω γοῦν ἡττῆσθαι δοκεῖν λημμάτων καὶ δωροδοκίας, ἀποτρέπονταί πως καὶ δόξῃ χρηστῇ κατακαλλύνειν ἐπείγονται τοὺς ἑαυτῶν τρόπους· τὸ δὲ δὴ προήκειν εἰς τοῦτο λοιπὸν ἀθλιότητος νοῦ καῖ τρόπων
αἰσχρῶν, ὡς μονονουχὶ καὶ χεῖρα προτείνειν, κἂν εἰ μὴ λάβοι, δικάζων τὸν τοῦ δικαίου καταφθείρειν λόγον, καὶ ἀναισχύντως ἀπειλεῖν, πῶς οὐκ ἂν εἴη λοιπὸν ἁπάσης ἐπέκεινα 6 βδελυρίας; μετ᾿ ἐμφάσεως δὴ οὖν ὁ λόγος, καὶ οἱονεὶ 7 κατακεκραγότος τῆς πλεονεξίας Ὁ ἄρχων αἰτεὶ καὶ ὁ κριτὴς εἰρηνικοὺς λόγους ἐλάλησεν.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.