ὥσπερ ἐξ ἀδικίας, συλλέγοντες ἑαυτοῖς τὰ οὐκ ὄντα αὐτῶν, 1 καὶ τὰς τῶν ἁπλουστέρων ἀγέλας πολεμίων δίκην καταδῃοῦν εἰωθότες, καὶ εἰς ἔκτοπον αὐτὰς ἀποφέροντες πλάνησιν. ἀκουέτωσαν τοίνυν Θεοῦ λέγοντος Καὶ ἐγὼ ἄρξομαι τοῦ πατάξαι σε καὶ ἀφανιῶ σε ἐπὶ ταῖς ἁμαρτίαις σου. σὺ
φάγεσαι καὶ οὐ μὴ ἐμπλησθῇς. περιτυγχάνοντες γὰρ ταῖς θείαις γραφαῖς, εἶτα τῶν τῆς ἀληθείας δογμάτων οὐκ ἐμφορούμενοι, καίτοι δοκοῦντες ἐσθίειν, φθείρονται λιμῷ, οἰόμενοι δὲ καὶ καταλαμβάνειν τὴν τῆς σωτηρίας, οὐκ ἂν εὕροιεν, ὁδὸν, σπείροντες δὲ, ὥς γε νομίζουσιν, οὐδένα τῶν πόνων
2 εὑρήσουσι τὸν μισθὸν, καὶ τὴν νοητὴν ἐλαίαν ἐκθλίβοντες, τουτέστι, τὸ γράμμα τὸ ἱερὸν, τῇ τοῦ Πνεύματος χάριτι μακρὰν εὐφροσύνης ἔσονται τῆς πνευματικῆς· τετηρήκασι γὰρ τὰ δικαιώματα Ζαμβρὴ καὶ πάντα τὰ ἔργα οἴκου
Ἀχαὰβ, τουτέστιν, ἐπονηρεύσαντο, πεπλεονεκτήκασι, καὶ διωγμοὺς εἰργάσαντο κατὰ τῶν ἁγίων. ἔσονται δὴ οὖν εἰς 3 ἀφανισμὸν, καὶ εἰς ἐπονείδιστόν τε καὶ ἐπάρατον ἀληθῶς καταστρέψουσι τέλος.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.