καὶ οὐκ ἀμήσεις, καταφθείροντος οἶμαι Θεοῦ τοὺς καρποὺς, καὶ πιέσεις μὲν ἐλαίαν αὐτός· ἐλαιοφόρος γὰρ ἡ Σαμαρειτῶν χώρα· ἔσῃ δὲ οὕτως ἐλαίου, φησὶν, ἐνδεὴς, ὡς μηδ᾿ ἂν εἰ ἕλοιο, πρὸς ἀλοιφὴν εὑρεῖν εὐπορῆσαί που τάχα. πολυαμπέλου δὲ λίαν οὔσης ὑμῖν τῆς χώρας καὶ εὐοινούσης ἄγαν,
ὡς καὶ πόλεσιν αὐτὸν διανέμειν ἑτέραις, οὐκ ἂν εὕροις πιεῖν αὐτός. ἀργήσει δὲ καὶ τὰ νόμιμά φησιν, ἃν σὺ τέθεικας τοῖς 2 εἰδώλοις προσκομίζων αὐτοῖς τῆς εὐκαρπίας τὰς ἀφορμάς. ποῖος γὰρ ἔτι λοιπὸν ἀπαρχῆς ἀνάθεσις, εἰ ἅπας ὑμῖν διόλωλεν ὁ καπρὸς καὶ κατεφθάρη τὰ ἐν ἀγροῖς; ἢ ποῖα
προσοίσεις χαριστήρια, καὶ ἐπὶ τίσιν εἰκότως, ὁ πίπτων ἀθλίως καὶ δαπανώμενος;
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.