1 δὲ δογμάτων εὑρεταὶ, οἱ “ πάντα τὰ ὀρθὰ διαστρέφοντες,” καὶ τὸν τῶν ἁπλουστέρων ὑποτρέχοντες νοῦν ἀπάταις καὶ δόλοις, καὶ πλουτοῦντες μὲν διὰ τοῦ θηρᾶσθαι πολλούς· πλὴν ἀσεβείας ἐπίμεστον τὸν τοιοῦτον ἑαυτοῖς συναγείροντες 2 πλοῦτον, λαλοῦσιν ὁμολογουμένως ἀτρεκὲς μὲν οὐδὲν, παράσημα δὲ καὶ ψευδῆ, καὶ ταῖς ἐξ ἀπάτης κομψείαις οἱονεὶ κατακεχρωσμένα. ὑχοῦσι δὲ καὶ τὴν ἑαυτῶν γλῶτταν οἱ τοιοίδε πάλιν, “ἀδικίαν λαλοῦντες κατὰ Θεοῦ,” κατὰ τὸ γε- 3
γραμμένον, καὶ “Ἀποφθεγγόμενοι τὰ τῆς ματαιότητος ὑπέρ- “ ογκα ῥήματα,” οἷς ἀκόλουθον εἰπεῖν “Ἄκουε φυλὴ, καὶ “ τί κοσμήσει πόλιν; μὴ πῦρ ἢ οἶκος ἀνόμων θησαυρίζων “ θησαυροὺς ἀνομίας, καὶ μεθ᾿ ὔβρεως ἀδικία;” οὐ γὰρ εἰς κόσμον αὐτοῖς, ἀλλ᾿ εἰς δίκην ἔσται τὸ τῆς κολάσεως πῦρ.
ἐπειδὴ δὲ οἶκοι γεγόνασι θησαυρίζοντες ἀνομίαν, εἰς ἀρὰν ἔσονται καὶ δίκην καὶ ἐν παντὶ πεσοῦνται κακῷ.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.